4 Ιανουαρίου 2021
Όσιος Θεόκτιστος ηγούμενος Κουκουμίου
Ἦχος γ’. Τὴν ὡραιότητα.
Κτίσις βασίλειος, Θεοῦ γενόμενος, βίον κατάλληλον, τῇ κλήσει ἔσχηκας, εὐαρεστήσας τῷ Θεῷ, ἐν ἔργοις δικαιοσύνης· ὅθεν Μοναζόντων σε, ποδηγέτην ἀνέδειξε, Χριστὸς ὁ φιλάνθρωπος, ὁ δεχθεὶς τοὺς ἀγῶνάς σου· ᾧ πρέσβευε ὑπὲρ τῶν βοώντων· χαίροις Θεόκτιστε θεόφρον.
=-=-=-=-=-=-=-=-=
Όσιος Νικηφόρος ο Λεπρός
Ήχος α΄.
Νικηφόρου Ὁσίου, τοῦ λεπροῦ τὰ παλαίσματα, καὶ τὴν ἐν ἀσκήσει ἀνδρείαν, κατεπλάγησαν Ἄγγελοι ὡς ἄλλος γὰρ Ἰὼβ τὰ ἀλγεινά, ὑπέμεινε δοξάζων τὸν Θεόν, νῦν δὲ δόξῃ ἐστεφάνωται παρ᾽ Αὐτοῦ, θαυμάτων διακρίσεσιν. Χαίροις τῶν Μοναστῶν χειραγωγέ, χαίροις φωτὸς ὁ πρόβολος· χαίροις ὁ εὐωδίας χαρμονήν, προχέων ἐκ λειψάνων σου.
Πηγή: Απολυτίκια/ΕΡΥΘΡΑΙΟΣ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου