Δέσποτα ἡμῶν, Κύριε ̓Ιησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ῎Αρτος τῆς ζωῆς ὁ ἀληθινός, ἐκ τοῦ Οὐρανοῦ καταβὰς καὶ διὰ τὴν σωτηρίαν ἡμῶν γενόμενος ἀῤῥήτως ἄνθρωπος σαρκωθεὶς ἐκ τῶν ἁγνῶν αἱμάτων τῆς Παναγίας Σου Μητρός, ὁ χαρισάμενος αὐτὸ τὸ Τίμιον Σῶμά Σου κατὰ τὴν νύκτα τοῦ Μυστικοῦ Δείπνου καὶ εἰπὼν "ὁ τρώγων μου τὴν Σάρκα καὶ πίνων μου τὸ Αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ", ὁ διὰ τοῦ σταυρικοῦ Σου θανάτου ἑκουσίως δοθεὶς φιλανθρώπως ἡμῖν πρὸς βρῶσιν καὶ ζωὴν ἀθανασίας, ἐντειλάμενος ἡμῖν τοῖς ἀναξίοις τελεῖν τὸ ὑπερφυὲς μυστήριον τῆς Θείας Εὐχαριστίας εἰς μέθεξιν τοῦ ποθητοῦ Παραδείσου, Σὲ παρακαλοῦμεν καὶ Σοῦ δεόμεθα, Κύριε· τῷ Πνεύματί Σου τῷ ̔Αγίῳ καὶ ζωοποιῷ εὐλόγησον καὶ αὔξησον τὴν παροῦσαν ζύμην ἐξ ἧς μέλλομεν παρασκευάσαι προσφορὰς πρὸς τέλεσιν τῆς Θείας Λειτουργίας καὶ μετοχὴν τῶν φρικτῶν σου Μυστηρίων, εἰς ἑνότητα ̔Αγιότητος καὶ σπέρμα ἀθανάτου ζωῆς. Χάρισαι δὲ τοῖς κοπιῶσιν ἀδελφοῖς τὴν εὐλογίαν σου, καταξιῶν πάντας ἡμᾶς μελετᾶν τὸ μυστήριον τοῦ μυστικοῦ Σώματός Σου, τῆς ἁγιωτάτης καὶ ἀσπίλου Νύμφης Σου ̓Εκκλησίας, καὶ δοξάζειν Σε σὺν πᾶσι τοῖς ̔Αγίοις ἀδιαλείπτως ἐν εὐγνωμοσύνῃ ἀνεξοφλήτῳ ἅμα τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ζωοποιῷ Σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ̓Αμήν.
Πηγή: akolouthies-agion
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου