Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Παρασκευή 6 Νοεμβρίου 2020

Παρακλητικός Κανών εις τον Πανάγιον και Ζωοδόχον Τάφον του Κυρίου και Θεού και Σωτήρος ημών Ιησού Χριστού

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια

Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Μετὰ θερμῆς καὶ εὐλαβοῦς κατανύξεως, τῷ ζωοδόχῳ σου Χριστὲ Τάφῳ, σήμερον παρίσταμαι καὶ δέομαι θερμῶς • Δέσποτα ἐλέησον, κἀμὲ τὸν πλανηθέντα, ἥμαρτον συγχώρησον, ὡς Θεὸς ἐλεήμων, μὴ ἀποστρέψῃς σὸν δοῦλον κενόν, ὁ δι’ ἐμὲ ταφὴν καταδεξάμενος.

Δόξα. Καί νῦν.
Οὐ σιωπήσομέν ποτε Ζωοδότα, τὴν εὐσπλαγχνίαν σου λαλοῦντες οἱ ἀνάξιοι, ἥν πρὸς ἡμᾶς ἐξέχεας ὡς ὑπεράγαθος, σταύρωσιν καὶ θάνατον, ὑποστὰς Ἰησοῦ μου, Τάφῳ παροικήσας δέ, ἡ ζωὴ τῶν ἁπάντων, ἵνα ζωώσῃς φύσιν τῶν βροτῶν, νενεκρωμένην, τῇ συμβούλιᾳ τοῦ ὄφεως.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἡπείρῳ πεζεύσας ὁ Ἰσραήλ.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Ἡ φωτοφόρος λαμπρότης τοῦ Ἰησοῦ ἐν σοὶ κατεσκήνωσε, καταυγάζουσα πιστούς, εὐλαβῶς ἐκ πίστεως θερμῆς προσεγγίζοντας πρὸς σέ, Τάφε πανένδοξε.

Σὺ ἀνεδείχθης τῷ ὄντι πηγὴ ζωῆς, νεκρὸν εἰσδεξάμενος τὸν ᾀείζωον Χριστόν, τὰς ἡμετέρας ψυχάς, νεκρωθείσας, ζωῶσαι δεόμεθα.

Πανυπερσέβαστε Τάφε τοῦ Ἰησοῦ, ψυχῆς παραμύθιον, οἰκουμένης φωτισμός, καύχημα καὶ κλέος εὐσεβῶν, τοὺς προσκυνοῦντάς σε κινδύνων ἀπάλλαξον.

Θεοτοκίον.
Ἐξ ἀχράντων αἱμάτων σου, ὦ Ἁγνή, ἀσπόρως συνέλαβες τὸν τῶν ὅλων Ποιητήν, ταφὴν ὑποστάντα δι’ ἡμᾶς, καὶ ἐξαναστάντα, καὶ κόσμον ζωώσαντα.

ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς Σύ.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Ὑπερεκπλήττομαι ἐν σοί, ὦ Πανάγιε Τάφε, ἐννοῶν σου τὴν χάριν, ἥν ἐδλεξω ἐκ Θεοῦ, ὑπερεκβλύζων πιστοῖς τὴν χρυσόῤῥειθρον θείαν λαμπρότητα.

Δεδοξασμένε τοῦ Χριστοῦ καὶ τρισόλβιε Τάφε, λαβὼν ἐν τοῖς σοῖς κόλποις τοῦ φωτὸς τὸν χορηγόν, ἐδείχθης πραγματικῶς φωτοφόρος θρόνος τοῦ Παντάνακτος.

Δεῦτε συνέλθωμεν πιστοί, συγκροτῆσαι χορείαν, τῷ φωσφόρῳ Νυμφίῳ τῶν ἡμετέρων ψυχῶν, ὡς ἐκ παστάδος λαμπρᾶς, ἐκ Τάφου ἐνδόξως ἀνατείλαντι.

Θεοτοκίον.
Δὸς Πανάχραντε καὶ ἡμῖν, ἐκ πόθου παρεστῶτι τῷ ζωοδόχῳ Τάφῳ τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, ἄφεσιν ἁμαρτιῶν, καὶ πολλῶν κινδύνων ἀπολύτρωσιν.

Ο Εἰρμός.
Οὐκ ἔστιν ἄγιος ῶς σὐ, Κύριε ὀ Θεός μου, ὁ ὐψώσας τὸ κέρας, τῶν πιστών σου, ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῆ πέτρα τῆς ὁμολογίας σου.

Κάθισμα.
Τὸν Τάφον σου Σωτήρ, στρατιῶται τηροῦντες, νεκροὶ τῇ ἀστραπῇ, τοῦ ὀφθέντος Ἀγγέλου, ἐγένοντο κηρύττοντος, γυναικὶ τὴν ἀνάστασιν. Σὲ δοξάζομεν, τὸν τῆς φθορᾶς καθαιρέτην. Σοὶ προσπίπτομεν, τῷ ἀναστάντι ἐκ τάφου, καὶ μόνῳ Θεῷ ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καῖ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Οἱ θεῖοι Ἄγγελοι περιεφρούρουν σε, λευκοφόροι ὀφθέντες ταῖς γυναιξίν, εὐαγγελιζόμενοι τὴν ἐκ νεκρῶν τοῦ Ἰησοῦ τριήμερον ἐξανάστασιν.

Ὡς ἄλλος ἥλιος πηγάζεις ἔλλαμψιν τοῖς πιστῶς προσιοῦσί σοι, εὐκλεῶς εὐφραίνων τὰ σύμπαντα, καὶ ἁγιάζων τὰς ψυχὰς ὀρθοδόξων παμμακάριστε.

Τάφε πανάγιε, τίς διηγήσεται, τὰς πολλὰς καὶ ποικίλας σου δωρεάς, ἅς ἔχεις πανσέβαστε, τοῦ παμβασιλέως Χριστοῦ χρηματίσας οἰκητήριον.

Θεοτοκίον.
Δοχεῖον ἄχραντον, ναὸν πανάμωμον, κιβωτὸν παναγίαν, παρθενικὸν τόπον ἁγιάσματος, σὲ καλλονὴν τοῦ Ἰακώβ, ὁ Δεσπότης ἐξελέξατο.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Μέγα κειμήλιον ἀληθῶς ἀνεδείχθης τοῦ κόσμου παντός, Τάφε ὑπέρφωτε δέομαι, ταῖς αὐγαζούσαις σου λαμπηδόσι καὶ ἐμοῦ τὴν ἐσκοτισμένην καρδίαν καταύγασον.

Μόνε μακάριε Ἰησοῦ, δεῖξον μακαρίους καὶ ἡμᾶς, τοὺς ἀναξίως τὸν οἶκόν σου τοῦτον κατοικοῦντας, καὶ τὸν πανάγιον Τάφον σου ἀνυμνοῦντας, καὶ σὲ δοξάζοντας.

Δοχεῖον πάμφωτον τοῦ Χριστοῦ, τὰς τῶν ὀρθριζόντων σοι ψυχὰς πόθῳ καταύγασον δέομαι, καὶ οὐράνιαν χάριν κατάπεμψον αὐτοῖς, ἀπὸ τῆς ἀνωτάτης θείας λαμπρότητος.

Θεοτοκίον.
Ἰσχὺς καὶ ὕμνησις ὁ ἐκ σοῦ, Δέσποινα τοῦ κόσμου, γεννηθεὶς καὶ σωτηρία ἐγένετο τοῖς ἀπολλυμένοις, ἐκ τῶν τοῦ ᾅδου πυλῶν ῥυόμενος, ἐκ Τάφου ἐξανιστάμενος.

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Ὡς πύρινον στύλον σε καθορῶμεν οἱ πιστοί, ὦ Τάφε πανσεβάσμιε, πρὸς νομὰς ὁδηγοῦντα τοὺς εὐσεβεῖς τῆς μακαριότητος, ἧς καὶ τύχοιμεν πάντες θείᾳ χάριτι.

Σκέπε φρούρει φύλαττε, εὐσεβεῖς προσκυνητάς, ὅσοι περ μετὰ πίστεως παρορῶσιν ἐφόδους τῶν πειρατῶν, καὶ τόπου δυσχέρειαν, ὅπως σε κατελθόντες περιπτύξωνται.

Ἱκέσιον δέησιν δέξαι, ὦ παμβασιλεῦ, τῶν θερμῶς δεομένων σου, καὶ εἰρήνην παράσχου τῶν δυσχερῶν ἀπαλλάττων ἅπαντας, πίστει προσιόντας τῷ θείῳ Τάφῳ σου.

Θεοτοκίον.
Νεκροῦται ὁ θάνατος, καταργεῖται καὶ φθορά, τὸ τοῦ Ἀδὰμ κατάκριμα τῷ καρπῶν σου ὦ Δέσποινα, προσβαλών. Ζωὴν γὰρ ἐγέννησας, ἐκ φθορᾶς λυτρουμένην τοὺς ὑμνοῦντάς σε.

Ὁ Εἱρμός.
Τοῦ βίου τῆν θάλασσαν ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῶ κλύδωνι, τῶ εὐδίω λιμένι σου προσδραμών, βοῶ σοι ἀνάγαγε ἐκ φθορᾶς τῆν ζωήν μου.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὑπερβολῇ τῆς σῆς ἀγαθότητος, Κύριε, ἐνηνθρώπησας Θεὸς ὦν ἀπερίγραπτος, ἵνα τῆς κατάρας ἐλευθερώσῃς τὸν Ἀδάμ, καὶ ἀπαθανατίσας ὡς ἀγαθός, εἰς τὴν ἀρχαίαν ἐπαναγάγῃς λαμπρότητα, ἔσπευσας εἰς ὀδύνας, εἰς πάθη καὶ ἀτιμίας, σταυρωθεὶς καὶ ταφεὶς καὶ ἀναστὰς ἐν δόξῃ τριήμερος.

Προκείμενον
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.
Στ.: Ὁ Θεὸς ἐν τοῖς ὦσὶν ἡμῶν ἠκούσαμεν.
Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς, ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ἰωάννην (κεφ. κ΄ στίχ. 1-10) Ζ΄ Ἐωθινόν.
Τῇ μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνή ἔρχεται πρωί, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον μαθητήν, ὅν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς• ᾟραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ καὶ οἱ δύο ὁμοῦ, καὶ ὁ ἄλλος μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια. Οὐ μέν τοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὅ ἧν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος μαθητής, ὁ ἐλθὼ πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσεν. Οὐδέπω γὰρ ἤδεισαν τὴν Γραφήν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.

Δόξα.
Πάτερ Λόγε Πνεῦμα τριᾶς η ἐν μονάδι, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τάφε παναοίδιμε, σὺ ἀληθῶς ἀνεδείχθης, Θεοῦ τοῦ παντάνακτος, παλάτιον ἔνδοξον καὶ ὑπέρφωτον, πάσης γῆς καύχημα, τῶν πιστῶν εὔκλεια, Ἀποστόλων ἐγκαλλώπισμα, Μαρτύρων στήριγμα, πάντων τῶν Ὁσίων διάσωσμα, ἑστῶτων ἡ ἀσφάλεια, καὶ τῶν πεπτωκότων ἀνόρθωσις, κόσμου σωτηρία, καὶ πάντων τῶν ἐν σκότει φωτισμός. Υἱοῦ φωτὸς ἡμᾶς ποίησον, τοὺς πίστει τιμῶντάς σε.

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Εὐλαβῶς περιπτυσσόμενοι τὸν Τάφον σου, θεαρχικώτατε Ἰησοῦ, ἀνυμνοῦμεν οἱ πιστοὶ συγκατάβασιν τὴν σήν, πόθῳ ἀνακράζοντες ὁμοῦ• Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Νεκρὸς ὑπὸ τοῦ Ἰωσὴφ κατεχόμενος, Δέσποτα Χριστέ μου Ἰησοῦ, τίθεσαι συγκαταβάσει ἐν μνήματι καινῷ, θρηνοῦντος καὶ κράζοντος θερμῶς• Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Καθαγίασον ψυχάς τε καὶ τὰ σώματα, εὔσπλαγχνε οἰκτίρμον Ἰησοῦ, τῶν σοὶ διαστελλόντων διαπόντιον ὁδόν, καὶ δὸς μετὰ πίστεως βοᾷν• Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.
Ἱλαστήριον τῆς φύσεως σὺ πέφυκας, μόνη Θεομακάριστε. Τὸν ἐπ’ ὥμων γὰρ Χερουβὶμ καθήμενον Θεόν, ἀγκάλαις βαστάζουσα βοᾷς• Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Ἀνυμνῶ Θεῖε Λόγε, τὴν συγκατάβασιν, ᾗ περ ἐχρήσω δι’ ἐμὲ τὸν κατάκριτον, σάρκα προσλαβών, τῷ θανάτῳ παρέδωκας, ἵνα ἀθανατίσῃς ἐμὲ τὸν τεθνεῶτα.

Τὰ οὐράνια πάντα ὑπερἐκπλήττονται, νεκρόν σε καθορῶντα, Λόγε, ἐν μνήματι, δόξη δὲ τῆς σῆς ἐπληρώθη τὰ σύμπαντα, ὅτε ἐξανέστης τριήμερος ἐκ Τάφου.

Λελαμπρυσμένε Τάφε καὶ θεοδόξαστε, πόσων ἡμῖν χαρίτων γέγονας πρόξενος! Θνήξαντες ποτέ, διὰ σοὺ νῦν ζωούμεθα, ὅθεν σε τιμῶμεν εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Χρυσαυγής σε λυχνία προδιετύπωσε, δεξαμένην ἀφράστως φῶς τὸ ἀπρόσιτον, γνώσει τῇ αὐτοῦ καταυγάζον τὰ πέρατα, ὅθεν σε ὑμνοῦμεν, Ἁγνή, εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Πανάγιε Τάφε τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ σῇ χάριτι.
Σὺ ὑπεδέξω νεκρόν, καὶ ἄφωνον, ὅν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, χαριτωθεὶς ὄντως ὡς ἄλλος οὐρανός, δόξῃ λελαμπρυσμένος, πανυπερσέβαστε Τάφε τοῦ Σωτῆρος, εὐλαβῶς σε μακαρίζομεν.

Μισθὸν ἐξ ὕψους εὑρεῖν Πανάγιε, τοὺς εὐλαβῶς ἀσπαζομένους σε καταξίωσον, καὶ τὰ ζιζάνια πάντα τοῦ πονηροῦ, ξίφει ἠκονημένῳ τῆς θείας χάριτος, ταχέως ἐκκόψας, ἀβλαβεῖς ἡμᾶς συντήρησον.

Τριὰς ἀμέριστε καὶ συνάναρχε, μεμερισμένη δὲ ἐν μόναις ταῖς ὑποστάσεσιν, ὑπὲρ νοῦν καὶ κατάληψιν πᾶσαν κτιστήν, Πάτερ, Λόγε, καὶ Πνεῦμα, στήριξον ἅπαντας, τοὺς ἐν κατανύξει τὸ σὸν κράτος μεγαλύνοντας.

Θεοτοκίον.
Ῥωσθεὶς δυνάμει τῇ σῇ καὶ χάριτι, σοὶ τὴν ᾠδὴν προθύμως ἀναμέλπω πανάμωμε, ἀλλὰ ταύτην πρόσδεξαι Παρθένε ἁγνή, χάριν ἀντιδιδοῦσα σοῦ τὴν πολύφωτον, ἐκ τῶν ἀκηράτων θησαυρῶν, θεομακάριστε.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος πλ. β΄.
Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμά σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν, καὶ ἵστατο Μαρία ἐν τῷ Τάφῳ ζητοῦσα τὸ ἄχραντόν σου σῶμα, ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπ’ αὐτοῦ, ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Πρὸ τῆς Ἀπολύσεως, εἰς δὲ τὸν ἀσπασμὸν τοῦ παναγίου καῖ ζωοδόχου Τάφου, ψάλλομεν τὰ παρόντα Τροπάρια.

Δεδοξασμένε Κύριε, καὶ παμμακάριστε Τάφε, τῆς Ἐκκλησίας τὸ στέφος, καὶ εὐσεβείας τὸ κλέος, τοὺς προσκυνοῦντάς σε σκέπε, ἀπὸ παντοίων κινδύνων.

Τοὺς ἐκ ψυχῆς καὶ καρδίας, καταφιλοῦντάς σῶζε, ἀπὸ δεινῶν ἀλγηδόνων, καὶ ἐπηρείας δαιμόνων, τῇ χάριτί σου ὦ θεῖε, καὶ παναοίδιμε Τάφε.

Ἐξ ὕψους πάρεχε χάριν, τοῖς ἀνυμνοῦσί σε πόθῳ, πανάγιε τοῦ Σωτῆρος, καὶ θεοφώτιστε Τάφε. Σὺ γὰρ νεκρὸν ὑπεδέξω, τῆς χάριτος τὸν δοτῆρα.

Θεοτοκίον.
Ἡμεῖς ἐν σοὶ καυχώμεθα, Θεοτόκε καὶ καὶ πρὸς Θεόν σε, ἔχομεν προστασίαν, ἔκτεινόν σου τὴν χεῖρα τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν, σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ ἁγίου.

Δι’ ευχῶν τῶν Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.
Πηγή: proseyxi

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου