Κύριε Ιησού Χριστέ, Ελέησόν με ...

Κυριακή, 28 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΕΨΙΜΙΑΝΗΣ (τῆς Ἱερᾶς Μονῆς Εὐαγγελισμοῦ Μητρός Ἠγαπημένου Πάτμου)

Χαίρει νῆσος Πάτμος ἡ εὐκλεής, ἔχουσα ἐν κόλποις, θαυμαστή Ἐψιμιανή, τήν σεπτήν μορφήν Σου, τήν παρ’ ἁλός ἐρήμου, τούς λίθους εὑρεθεῖσα, θεογεννήτρια.
Βρύει ἰαμάτων τάς δωρεάς, τῆ ἐπιφοιτήσει μυστικῶς, Ἐψιμιανή, χάριτος Σῆς θείας, τοῖς Σοῦ ἀσπαζομένοις, τό ἔκτυπον ἐκθύμως τό θαυματόβρυτον.

Ὡς ἐκ τῆς μανίας τῶν πειρατῶν, ἔσωσας τήν νῆσον Πάτμου, ὦ Ἐψιμιανή, σῶσον νῦν τούς πόθῳ Σέ ἐπικαλουμένους καί πλήρου τάς αἰτήσεις τούτων ὡς εὔσπλαχνος.

Φύλαττε Μονήν Εὐαγγελισμοῦ τοῦ Ἡγαπημένου τῆς Μητρός, Ἐψιμιανή, τήν ὡς ὄλβον θεῖον κατέχουσαν ἐν κόλποις, τήν βρύουσαν ἰάσεις πᾶσιν Εἰκόναν Σου.

Ὡς ἀρτίως ἔδειξας εὐσεβεῖ, Σόν ναόν κατ’ ὄναρ, θαυμαστή Ἐψιμιανή, οὕτω σωτηρίας ὑπόδοιξόν μοι δρόμον, ἀτίμητον τῆς νήσου Πάτμου θησαύρισμα.

Τήν σεπτήν Εἰκόν Σου, Μαριάμ, ἥκουσαν εἰς Πάτμον ξένως νῦν, Ἐψιμιανή, πάντες προσκυνοῦντες τρανῶς ὁμολογοῦμεν, ἀπείρων Σου θαυμάτων πλῆθος τό ἄμετρον.

Ἡ Εἰκών τῆς Παναγίας Ἐψιμιανῆς, προερχομένη ἀπό τό ὁμώνυμον Ἐρημητήριον τῆς Πάτμου, φυλάσσεται εἰς τήν ἐν Πάτμῳ Ἱεράν Μονήν Εὐαγγελισμοῦ Μητρός Ἠγαπημένου. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2002).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου