Κύριε Ιησού Χριστέ, ελέησόν με ...

Δευτέρα, 15 Μαΐου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΕΙΚΟΝΙΣΤΡΙΑΣ (τοῦ ὁμωνύμου Ἱεροῦ Μονυδρίου Σκιάθου)

Ἄπειρος ἡ δόξα Σου πανταχοῦ, τά θαυμάσιά Σου ὑπερέχοντα πάντα νοῦν, ἔκθαμβον τό κάλλος τῆς ἱλαρᾶς μορφῆς Σου, Ἄχραντε Παναγία, ὦ Εἰκονίστρια.
Δεῦτε ἡ τελοῦντες τήν προπομπήν, τῆς σεπτῆς Εἰκόνος τῆς θεόπαιδος Μαριάμ, ταύτην προσκυνοῦντες, ἐν πίστει τε καί πόθῳ, ἀντλήσωμεν ὑγείαν, ψυχῆς καί σώματος.

Ἔχοντες, Πανάχραντε, τήν σεπτήν ταύτην Σου Εἰκόνα ἀπροσμάχητον βοηθόν, πρός αὐτήν ἐν πίστει προσφεύγοντες ἐν πάσῃ ἀνάγκῃ τε καί θλίψει, παραμυθούμεθα.

Καθαρθέντες σώματι καί ψυχῆ, ὥσπερ αἱ παρθένοι, συμπροπέμψωμεν καί ἡμεῖς, λαμπαδηφοροῦντες ἐν τῶ Αὐτῆς τεμένει, τήν τῆς Ἁγνῆς Εἰκόνα, τήν Εἰκονίστριαν.

Χάρμα τῆς Σκιάθου καί θησαυρός, Σύ ὑπάρχεις ὄντως, πολιοῦχος Εἰκών σεπτή, τῆς Ἀειπαρθένου Παιδός, ἐλπίς καί σκέπη, καταφυγή καί τεῖχος, ὦ Εἰκονίστρια.

Ἴλεως, Παρθένε, γενοῦ ἡμῖν, τοῖς Σέ Θεοτόκον καί κυρίως καί ἀληθῶς καθομολογοῦσι καί ῥῦσαι πάσης βλάβης καί νόσου καί κινδύνων καί περιστάσεων.

Ἡ Εἰκών τῆς Παναγίας Εἰκονιστρίας φυλάσσεται εἰς τό ὁμώνυμον Μονύδριον Σκιάθου. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ μεγάλου Ἕλληνος πεζογράφου, μακαριστοῦ Ἀλεξάνδρου Μωραϊτίδου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1993

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου