Ἐγὼ πατήρ, ἐγὼ ἀδελφός, ἐγὼ Νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφεύς, ἐγὼ ἱμάτιον, ἐγὼ ρίζα, ἐγὼ θεμέλιος. Πᾶν ὅπερ ἄν θέλῃς ἐγώ. Μηδενὸς ἐν χρείᾳ καταστῇς.
Ἐγὼ δουλεύσω. Ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι.
Ἐγὼ καὶ φίλος καὶ ξένος καὶ κεφαλὴ καὶ ἀδελφὸς καὶ μήτηρ. Πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ.
Ἐγὼ πένης διὰ σέ, καὶ ἀλήτης διὰ σέ, ἐπὶ τοῦ Σταυροῦ διὰ σέ, ἐπὶ τάφου διὰ σέ, ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρί, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ καὶ ἀδελφὸς καὶ συγκληρονόμος καὶ φίλος καὶ μέλος.
Τί πλέον θέλεις;
Άγιος Ιωάννης Χρυσόστομος
Εσένα θέλω, Κύριε, αλλά έχω τα χάλια μου. Ελέησον με, σε παρακαλώ, κατά το μέγα έλεος σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου