Μήτηρ Θεοῦ ἡ Ἐλεοῦσα τοῦ Κύκκου,εἰκονοστάσιον Καθολικοῦ Ἱερᾶς Μονῆς Κύκκου
ΑΠΟΛΥΤΙΚΙΟΝ ΠΑΝΑΓΙΑΣ ΚΥΚΚΩΤΙΣΣΗΣ
Ἦχος δ´ . Ταχὺ προκατάλαβε.
Τὴν θείαν Εἰκόνα σου, ὡς θησαυρὸν ἀληθῆ, ἡ Κύπρος κατέχουσα, ἀγαλλομένῃ ψυχῇ, βοᾷ σοι, Πανύμνητε˙ σκέπε ταύτην τὴν νῆσον ἀπὸ πάσης ἀνάγκης, πίστει σοι προσιοῦσαν καὶ πιστῶς ἐκβοῶσαν˙ Χαῖρε, Κεχαριτωμένη, Παρθένε Κυκκώτισσα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου