Πολλά τα κύματα καὶ χαλεπόν το κλυδώνιον· ἀλλ' οὐ δεδοίκαμεν, μὴ καταποντισθῶμεν· ἐπὶ γὰρ τῆς πέτρας ἐστήκαμεν. Μαινέσθω ἡ θάλασσα, πέτραν διαλύσαι οὐ δύναται· ἐγειρέσθω τὰ κύματα, τοῦ Ἰησοῦ τὸ πλοῖον καταποντίσαι οὐκ ἰσχύει.
Τί δεδοίκαμεν, εἰπὲ μοί; Τὸν θάνατον;
Ἐμοὶ τὸ ζῆν Χριστός, καὶ τὸ ἀποθανεῖν κέρδος.
Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς.
Ἀλλὰ χρημάτων δήμευσιν;
Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲν ἐξενεγκεῖν δυνάμεθα· καὶ τὰ φοβερά του κόσμου ἐμοὶ εὐκαταφρόνητα, καὶ τὰ χρηστὰ καταγέλαστα. Οὐ πενίαν δέδοικα, οὐ πλοῦτον ἐπιθυμῶ· οὐ θάνατον φοβοῦμαι, οὐ ζῆσαι εὔχομαι, εἰ μὴ διὰ τὴν ὑμετέραν προκοπήν. ?ἰὸ καὶ τὰ νῦν ὑπομιμνήσκω, καὶ παρακαλῶ τὴν ὑμετέραν θαρρεῖν ἀγάπην.
Πηγή: Orthodox Fathers

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου