Ὁ ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, ἐλέησον ἡμᾶς.
Ὁ πλούσιος ἐν ἐλέει καὶ ὁ ἀγαθὸς ἐν οἰκτιρμοῖς, ἐλέησον ἡμᾶς.
Ὁ τέλειος καὶ ἀθάνατος νοῦς, ἐλέησον ἡμᾶς.
Ὁ ἀκοίμητος ὀφθαλμὸς καὶ ἀπερινόητος, ἐλέησον ἡμᾶς.
Ὁ πρὸ ἑωσφόρου γεννηθεὶς Κύριος καὶ Θεός, ἐλέησον ἡμᾶς.
Ὁ τὴν ψυχὴν θήσας καὶ τὸ σῶμα βουλήσει τοῦ Πατρός, ἐλέησον ἡμᾶς.
Ὁ τὴν εὐδιάκριτον ὕλην σχηματίσας καὶ τὸν κόσμον συστήσας, ἐλέησον ἡμᾶς.
Ὁ τὸν οὐρανὸν ἐκτείνας καὶ τοῖς ἄστροις κατακοσμήσας, ἐλέησον ἡμᾶς.
Ὁ τὴν γῆν θεμελιώσας καὶ ἄνθεσι χλοεροῖς καὶ εὐκόσμοις κατακοσμήσας, ἐλέησον ἡμᾶς.
Ὁ τὰς ἀβύσσους κατακλείσας καὶ τὴν θάλασσαν τειχίσας τῷ Σῷ προστάγματι, ἐλέησον ἡμᾶς.
Ὁ τετράποδα ζῶα, ἑρπετά τε καὶ πετεινὰ πτερωτὰ ποιήσας, ἐλέησον ἡμᾶς.
Ὁ τὰ κήτη ποιήσας καὶ τοὺς ἰχθύας προστάξας, ἐλέησον ἡμᾶς.
Ὁ πέτρας θεμελιώσας ἐν τοῖς ὕδασι καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς δράσας ἐν ὑψηλοῖς, ἐλέησον ἡμᾶς.
Ὁ τὸν ἥλιον καὶ τὴν σελήνην θεμελιώσας, ὁ μόνος Ποιητὴς τῶν ἁπάντων καὶ Κύριος, ἐλέησον ἡμᾶς.
Ὁ τὸν ἄνθρωπον ἰδίαις χερσὶ πλάσας καὶ κατάρχειν τούτων ἁπάντων προστάξας, ἐλέησον ἡμᾶς.
Ὁ καιροὺς καὶ χρόνους καὶ μῆνας καὶ ἡμερῶν καὶ νυκτῶν μέτρα θέμενος, ἐλέησον ἡμᾶς.
Ἡ πανσωστικὴ αἰτία καὶ ἡνίοχος ἁπάντων, ἐλέησον ἡμᾶς.
Ὁ ἐπιτιμῶν τοῖς ἀνέμοις καὶ νεύματι τὴν γῆν σαλεύων, ἐλέησον ἡμᾶς.
Ὁ πῦρ καὶ κρύσταλλον θησαυρίσας, ἐλέησον ἡμᾶς.
Ὁ τὴν γῆν ὑετίζων καὶ πηγὰς ἐκβλύζων καὶ ποταμοὺς ῥυθμίζων, ἐλέησον ἡμᾶς.
Ὁ τὰ ὄρη καὶ βουνοὺς Παλαιῶν, ὁ τὴν θάλασσαν μαινομένην κατευνάζων, ἐλέησον ἡμᾶς.
Ὁ τὰ πάντα ἐν ῥοπῇ ζυγῷ σταθμίσας, ἐλέησον ἡμᾶς.
Ὁ τὰ ὄντα καταρτίσας ἐκ τῶν μὴ ὄντων βουλήσει τοῦ Πατρός, μόνε Δημιουργέ, ἐλέησον ἡμᾶς.
Ὁ τὸν διάβολον ἐκτρίψας καὶ σειραῖς ταρτάρου ζόφοις παραδώσας, ἐλέησον ἡμᾶς.
Ὁ διὰ τὴν αὐτοῦ ὑπερηφανίαν τοῦτον τῶν οὐρανίων ἀσπίδων ἀποσπινθηρίσας καὶ εἰς τέλεον ἐξαφανίσας, ἐλέησον ἡμᾶς.
Ὁ τὴν πανουργίαν τοῦ ὄφεως χειρωσάμενος, ἐλέησον ἡμᾶς.
Ὁ τῷ Ἀδὰμ συμπαθήσας κατὰ τὴν ἄφατόν σου φιλανθρωπίαν, ἐλέησον ἡμᾶς.
Ὁ τῷ Ἄβελ συναθλήσας καὶ τὸν Νῶε κυβερνήσας, ἐλέησον ἡμᾶς.
Ὁ τὸν Ἀβραὰμ ὁδηγήσας καὶ δι' αὐτοῦ πατριάρχας ἡμῖν χαρισάμενος, ἐλέησον ἡμᾶς.
Ὁ τῷ Ἰσαὰκ συνδεθεὶς καὶ τῷ Ἰακὼβ συγξενιτεύσας, ἐλέησον ἡμᾶς.
Ὁ τῷ Ἰωσὴφ συμπραθεὶς καὶ τῷ Μωυσεῖ συστρατηγήσας, ἐλέησον ἡμᾶς.
Ὁ τὸν Ἰσραὴλ νομοθετήσας καὶ αὐτὸν κληροδοτήσας, ἐλέησον ἡμᾶς.
Ὁ ἐκ Παρθένου σαρκωθεὶς καθὼς αὐτὸς εὐδόκησας, ἐλέησον ἡμᾶς.
Ὁ ἐν Βηθλεὲμ ἄνθρωπος γεννηθεὶς ἐκ τῆς Παρθένου καὶ μετὰ τόκον ἄφθορον φυλάξας τὴν Παρθένον, ἐλέησον ἡμᾶς.
Ὁ ἐν φάτνῃ σπάργανα λαβὼν καὶ ἀνακλιθεὶς καὶ ὑπὸ ἀλόγων γνωρισθεὶς Κύριος καὶ Θεός,
ἐλέησον ἡμᾶς.
Ὁ ὑπ' ἀγγέλων ὑμνούμενος καὶ δοξασθεὶς ἐπὶ γῆς καὶ ὑπὸ ποιμένων γνωρισθείς,
ἐλέησον ἡμᾶς.
Ὁ ὑπ' ἀστέρος μηνυθεὶς καὶ ὑπὸ μάγων προσκυνηθείς, ἐλέησον ἡμᾶς.
Ὁ ἀπὸ Ἡρῴδου ἀποδράσας ἐν Αἰγύπτῳ καὶ τὰ χειροποίητα Αἰγύπτου συσσείσας τῇ σῇ ἐπιδημίᾳ, ἐλέησον ἡμᾶς.
Ὁ τὴν Ναζαρὲτ οἰκίσας καὶ φόρους τελέσας, διὰ τὸ θέλειν σε αὐτὸ ὑπεῖναι, ἐλέησον ἡμᾶς.
Ὁ ὑπὸ Ἰωάννου προκηρυχθεὶς καὶ ἐν Ἰορδάνῃ βαπτισθεὶς ὑπ' αὐτοῦ, ἐλέησον ἡμᾶς.
Ὁ μαρτυρηθεὶς ὑπὸ ἀχράντου Πατρὸς καὶ τὸ Ἅγιον Πνεῦμα πέμψαντος ἐπὶ σέ, ἐλέησον ἡμᾶς.
Ὁ γνωρίσας ἡμῖν τὸ μυστήριον τῆς Ἁγίας καὶ Ὁμοουσίου Τριάδος, ἐλέησον ἡμᾶς.
Ὁ ἐν ἐρήμῳ πειρασθεὶς καὶ Κύριος καὶ Θεὸς εὑρεθεὶς καὶ ἐπιτιμήσας τῷ διαβόλῳ,
ἐλέησον ἡμᾶς.
Ὁ ἐν τῷ ναῷ προσενεχθεὶς καὶ ὑπὸ τοῦ Συμεὼν ἐναγκαλισθείς, ἐλέησον ἡμᾶς.
Ὁ ἐν τῷ ναῷ ὀφθεὶς καὶ ὑπὸ τοῦ λαοῦ ἀπιστηθείς, ἐλέησον ἡμᾶς.
Ὁ τοὺς χωλοὺς θεραπεύσας καὶ τοὺς λεπροὺς καθαρίσας, ἐλέησον ἡμᾶς.
Ὁ τοὺς τυφλοὺς φωταγωγήσας καὶ τοὺς νεκροὺς ἀναστήσας, ἐλέησον ἡμᾶς.
Ὁ κόπον ὑπομείνας καὶ τὸν παράλυτον ἰασάμενος λόγῳ, ἐλέησον ἡμᾶς.
Ὁ δίψαν ὑπομείνας καὶ τὸ ὕδωρ εἰς οἶνον μεταβαλών, ἐλέησον ἡμᾶς.
Ὁ τὸν Λάζαρον κλαύσας καὶ τεταρταῖον νεκρὸν ἀναστήσας, ἐλέησον ἡμᾶς.
Ὁ τοὺς ἀποστόλους συναθροίσας καὶ βασιλείας οὐρανῶν κληρονόμους ἀναδείξας, ἐλέησον ἡμᾶς.
Ὁ ὑπὸ Ἰουδαίων συλληφθεὶς καὶ ὑπὸ ἀρχιερέων παραδοθείς, ἐλέησον ἡμᾶς.
Ὁ ὑπὸ Ἡρῴδου προαχθεὶς καὶ ὑπὸ Πιλάτου ἀνακριθείς, ἐλέησον ἡμᾶς.
Ὁ ἐν σταυρῷ σαρκὶ προσηλωθεὶς καὶ ἐπὶ ξύλου αὐτοῦ κρεμασθείς, ἐλέησον ἡμᾶς.
Ὁ τοῖς ἐν τῷ ᾅδῃ εὐαγγελισάμενος καὶ τῇ τριημέρῳ Σου ἀναστάσει ἐκ νεκρῶν ἀναστάς,
ἐλέησον ἡμᾶς.
Ὁ ταῖς γυναιξὶ τὸ τῆς ἀναστάσεώς Σου μυστήριον φανερώσας καὶ τοῖς μαθηταῖς χαρὰν δώσας, ἐλέησον ἡμᾶς.
Ὁ τοὺς ἀποστόλους πληροφορήσας διὰ τύπων τῶν ἥλων καὶ τῆς πλευρᾶς, ἐλέησον ἡμᾶς.
Ὁ συναυλισθεὶς τοῖς μαθηταῖς ἐπὶ ἡμέρας τεσσαράκοντα καὶ εἰς οὐρανοὺς ἀναληφθείς,
ἐλέησον ἡμᾶς.
Ὁ ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος καὶ Ἐρχόμενος πάλιν κρῖναι ζῶντας καὶ νεκρούς,
ἐλέησον ἡμᾶς.
Ὁ ἡνίοχος τῶν χερουβὶμ καὶ ἐποχούμενος τοῖς σεραφίμ, ἐλέησον ἡμᾶς.
Ὁ Ἀρχιστράτηγος τῶν ἀγγέλων καὶ Βασιλεὺς τῶν αἰώνων, ἐλέησον ἡμᾶς.
Ἡ ἀνάστασις τῶν τεθανατωμένων καὶ σωτηρία τῶν ἀπολλυμένων, ἐλέησον ἡμᾶς.
Ὁ ἥλιος τῆς δικαιοσύνης καὶ ἡ ζωὴ τῶν ἀνθρώπων, ἐλέησον ἡμᾶς.
Ὁδηγὲ τῶν πεπλανημένων καὶ καταφυγὴ τῶν ἀπεγνωσμένων, ἐλέησον ἡμᾶς.
Ὁ καλὸς Ποιμὴν τῶν προβάτων καὶ Νυμφίος τῆς ἐκκλησίας, ἐλέησον ἡμᾶς.
Θεὲ ἐκ Θεοῦ, Θεὲ ἀληθινὲ ἐκ Θεοῦ ἀληθινοῦ, μονογενῆ Υἱὲ τοῦ Πατρός, Κύριε Ἰησοῦ Χριστέ, ὁ Σωτὴρ ὁ Σταυρωθεὶς ἐν σαρκὶ δι' ἡμᾶς, ἐλέησον ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου