- Φυλλάδα μουσικὴ ἑσπερινοῦ, ὄρθρου - λειτουργίας.
- Τυπικὸν ἐδῶ.
Προέλευση κειμένου: π. Νεκτάριος Γ. Μαμαλοῦγκος www.nektarios.info
Ἦχος δ’.
Τόν ζηλωτήν Ἠλίαν τοῖς τρόποις μιμούμενος, τῷ Βαπτιστῇ εὐθείαις ταῖς τρίβοις ἑπόμενος, Πάτερ Ἀντώνιε, τῆς ἐρήμου γέγονας οἰκιστής, καί τήν οἰκουμένην ἐστήριξας εὐχαῖς σου· διό πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.
Ἦχος πλ. α’.
Τὸν συνάναρχον Λόγον.
Τὸν πανεύφημον Μάρτυν Χριστοῦ Γεώργιον, Ἰωαννίνων τὸ κλέος καὶ πολιοῦχον λαμπρόν, ἐν ᾠδαῖς πνευματικαῖς ἀνευφημήσωμεν· ὅτι ἐνήθλησε στερρῶς, καὶ κατήνεγκεν ἐχθρόν, τοῦ Πνεύματος τῇ δυνάμει· καὶ νῦν ἀπαύστως πρεσβεύει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Πηγή: Απολυτίκια / saint
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου