ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Γαλ. γ’ 23-δ’ 5
23 Πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. 24 ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· 25 ᾿Ελθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. 26 Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾿Ιησοῦ· 27 ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. 28 οὐκ ἔνι ᾿Ιουδαῖος οὐδὲ ῞Ελλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾿Ιησοῦ. 29 εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾿Αβραὰμ σπέρμα ἐστὲ καὶ κατ’ ἐπαγγελίαν κληρονόμοι.
γ΄ 1 Λέγω δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, 2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. 3 οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· 4 ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, 5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ς’ 12-19
12 Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ. 13 καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασε, 14 Σίμωνα, ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον, 15 Ματθαῖον καὶ Θωμᾶν, Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν, 16 Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ ἐγένετο προδότης, 17 καὶ καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, 18 καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· 19 καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Στίς 30 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ἱερομάρτυρος Γρηγορίου, ἐπισκόπου Μεγάλης Ἀρμενίας, ὁ ὁποῖος ἔζησε τὸν 3ο αἰώνα.Ἦταν υἱὸς τοῦ Ἀνάκ, συγγενοῦς τοῦ βασιλέως τῆς Μεγάλης Ἀρμενίας Κουσαρώ, ὁ ὁποῖος φόνευσε τὸν Κουσαρώ μὲ τὴ συνεργασία τοῦ Βασιλέα τῶν Περσῶν. Ἀργότερα ὁ Γρηγόριος συναντήθηκε μὲ τὸ γιὸ τοῦ Κουσαρὼ Τηριδάτη καὶ συνομίλησαν μὲ εἰλικρίνεια καὶ ἀλληλοσεβασμό.Ὅταν μετὰ ἀπὸ χρόνια ὁ Τηριδάτης ἀνέλαβε τὴ βασιλικὴ ἀρχὴ τοῦ πατέρα του, ἔδειχνε ἀνοχὴ στὴ δράση τοῦ Γρηγορίου, παρόλο ποὺ ὁ ἴδιος ἦταν εἰδωλολάτρης. Δὲν ἄργησε, ὅμως, νὰ δείξει τὸν πραγματικό του ἑαυτὸ καὶ νὰ διατάξει βασανισμοὺς στὸν Γρηγόριο, ὁ ὁποῖος παρέμενε ἄκαμπτος στὶς ἀρχές του. Ἔτσι, ἐν μέσῳ ἀγώνων καὶ κατορθωμάτων, παρέδωκε ὁ Γρηγόριος τὴν ψυχήν του πρὸς Κύριον.
Πρωτ. Δ.Δ.Τ.
Ἀπολυτίκιον
Θείας πίστεως, τῇ γεωργίᾳ, ἐνεούργησας, βροτῶν καρδίας, κατασπείρας τὴν τοῦ Λόγου ἐπίγνωσιν· καὶ λαμπρυνθεὶς μαρτυρίου τοῖς στίγμασιν, ἱεραρχίᾳ Γρηγόριε ἔφανας. Πάτερ Ὅσιε, Χριστὸν τὸνΘεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μεγαλυνάριον
Γρήγορος τοῖς τρόποις ἀναδειχθείς, πρός θεογνωσίας διεγείρεις τόν φωτισμόν, τούς τῇ δυσσεβείᾳ ὑπνώττοντας ἀθλίως, Γρηγόριε παμμάκαρ ἀξιοθαύμαστε.
Πηγή: orthodoxostypos
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου