Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Κυριακή 26 Σεπτεμβρίου 2021

26 Σεπτεμβρίου: ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α’ Ἰω. δ’ 12-19

Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῶ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. ὅς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ. καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. Ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ. Ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ’ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ. Φόβος οὐκ ἐστὶν ἐν τῇ ἀγάπῃ, ἀλλ’ ἡ τελείᾳ ἀγάπῃ ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. Ἡμεῖς ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ιθ’ 25-27, κα’ 24-25

Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν. Εἰστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἱδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρὶ αὐτοῦ· γύναι, ἴδε ὁ υἱός σου, εἴτα λέγει τῷ μαθητῇ· ἰδοὺ ἡ μήτηρ σου. Καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἄτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΜΕΤΑΣΤΑΣΙΣ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΘΕΟΛΟΓΟΥ

Στίς 26 Σεπτεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μετάσταση τοῦ ἁγίου ἀποστόλου καί εὐαγγελιστοῦ Ἰωάννου. Ὁ ἅγιος ἀπόστολος Ἰωάννης καταγόταν ἀπό τό χωριό Βηθσαϊδά τῆς Γαλιλαίας, ἀπό πτωχή οἰκογένεια ψαράδων τοῦ Ζεβεδαίου καί τῆς Σαλώμης, ἡ ὁποία ἦταν κόρη τοῦ μνήστορα Ἰωσήφ γι΄ αὐτό καί ὁ ἀπόστολος ἦταν ἀνεψιός τοῦ Κυρίου. Ὁ Ἰωάννης ἐπειδή ἦταν στὴν ψυχή καί τὸ σῶμα παρθένος ὀνομάσθηκε Παρθένος γι΄ αὐτό καί ἀγαπήθηκε πολύ ἀπό τόν Κύριο. Μετά δέ τήν σταύρωση τοῦ Κυρίου ὁ ἅγιος Ἰωάννης πῆρε ὑπό τήν προστασία του τήν Παναγία παραμένοντας στά Ἱεροσόλυμα μέχρι τήν κοίμησή της. Κατόπιν πῆγε στήν Μικρά Ἀσία καί μάλιστα στήν Ἔφεσο, γιά νά κηρύξη τό Εὐαγγέλιο μαζί μέ τόν μαθητή του Πρόχορο. Ἐκεῖ πολλά θαύματα ἐπιτέλεσε καί πολλούς ἀνθρώπους ἐπέστρεψε στήν εὐσέβεια· μάλιστα μέ τήν προσευχή του κατέστρεψε τόν ναό τῆς Ἀρτέμιδος, ἀλλά καί τόν δαίμονα πού κατοικοῦσε σέ αὐτόν ἐξεδίωξε. Ἔτσι ἐπιτελώντας πολλά σημεῖα, μεγάλο πλῆθος εἰδωλολατρῶν ὁδήγησε στήν πίστη τοῦ Χριστοῦ. Γιά τόν λόγο αὐτό ἐξορίσθηκε ἀπό τόν Ρωμαῖο αὐτοκράτορα Δομετιανό στήν νῆσο Πάτμο, ὅπου ὑπῆρχε ἱερό τοῦ Ἀπόλλωνα. Ἐκεῖ πολλούς ἀνθρώπους ἐβάπτισε ἀλλά καί κάποιον μάγο Κύνωπα ἐξεδίωξε μαζί μέ τά δαιμόνια πού τόν ἀκολουθοῦσαν. Ἐπί Τραϊανοῦ ὁ ἀπόστολος Ἰωάννης ἀνακλήθηκε ἀπό τήν ἐξορία καί ἀνεχώρησε γιά τήν Ἔφεσο, ἀφοῦ ἄφησε ὡς ἄλλες Θεοχάρακτες Πλάκες τό ἱερό Εὐαγγέλιο του στοὺς ἐκεῖ χριστιανούς. Στήν Ἔφεσο ἀφοῦ χειροτόνησε ἐπισκόπους, δίδαξε τό ποίμνιο του καί προσέλκυσε στήν πίστη ἄμετρα πλήθη εἰδωλολατρῶν παρέδωσε τό πνεῦμα στόν Κύριο, πού τόσο ἀγάπησε, σέ ἡλικία ἑκατόν πέντε χρονῶν. Οἱ μαθητές του, ὅταν ἄνοιξαν τόν τάφο του τόν εὑρῆκαν κενό.
Ἀπολυτίκιον
(Ἦχος β΄)
Ἀπόστολε Χριστῷ τῷ Θεῷ ἠγαπηπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν ἀναπολόγητον, δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος· ὃν ἱκέτευε, Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Μεγαλυνάριον
Ὡς ἠγαπημένος τοῦ Ἰησοῦ, τῆς θεολογίας, ἐμυήθης τόν θησαυρόν· ὅθεν Ἰωάννη, Ἀπόστολον θεόπτην, καί μύστην τῶν ἀρρήτων σέ μεγαλύνωμεν.
Πηγή: orthodoxostypos

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου