Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Τετάρτη 18 Αυγούστου 2021

18 Αυγούστου: ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Κορ. ιγ΄ 4 – ιδ΄ 5

4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, 5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, 6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· 7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. 8 ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. 9 ἐκ μέρους δὲ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· 10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. 11 ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 12 βλέπομεν γὰρ ἄρτι δι᾿ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13 νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.

ιδ΄ 1 Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. 2 ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· 3 ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. 4 ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. 5 θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. κ΄ 1-16

1 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωΐ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 2 καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 3 καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, 4 καὶ ἐκείνοις εἶπεν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. οἱ δὲ ἀπῆλθον. 5 πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. 6 περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; 7 λέγουσιν αὐτῷ· ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε. 8 ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. 9 καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10 ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. 11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου 12 λέγοντες ὅτι οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. 13 ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14 ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· 15 ἢ οὐκ ἔξεστί μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; 16 Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΦΛΩΡΟΣ ΚΑΙ ΛΑΥΡΟΣ

Στίς 18 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων Φλώρου καί Λαύρου. Ἦταν δίδυμα ἀδέλφια, πετροπελεκητές κατά τήν τέχνη. Οἱ δάσκαλοί τους μαρτύρησαν γιά τόν Χριστό κι ἐκεῖνοι ἔφυγαν ἀπό τό Βυζάντιο καί πῆγαν στά Οὐλπιανά, μία πόλη τῆς Δαρδανίας. Ἀπό ἐκεῖ τούς ἔστειλαν στόν Λικίνιο, γυιό τῆς βασίλισσας, ὁ ὁποῖος τούς ἔδωσε χρήματα γιά νά χτίσουν εἰδωλολατρικό ναό. Οἱ ἅγιοι μοίρασαν τά χρήματα στούς φτωχούς καί ξεκίνησαν νά κατασκευάζουν τόν ναό. Θεράπευσαν τόν ὀφθαλμό τοῦ γυιοῦ τοῦ ἱερέα τῶν είδώλων, μέ ἀπότέλεσμα νά πιστέψουν ὁ γυιός καί ὁ ἱερέας. Ὅταν τελείωσαν τόν ναό, γκρέμισαν τά εἴδωλα μέ τήν βοήθεια τών φτωχῶν καί κατόπιν τόν ἀφιέρωσαν στόν Χριστό. Μαθαίνοντας αύτά ὁ Λικίνιος ἔρριξε σέ καμίνι τούς φτωχούς, ὅπου καί παρέδωσαν τίς ψυχές τους, τούς δέ ἁγίους ἔδειρε καί βασάνισε. Κατόπιν τούς ἔστειλε στόν ἡγεμόνα Λύκωνα, ὁ ὁποῖος τούς ἔκλεισε σέ ἕνα ξεροπήγαδο. Ἐκεῖ παρεκάλεσαν τόν Χριστό γιά ὅσους χριστιανούς θά τούς θυμοῦνται καί θά τούς ἑορτάζουν, ὑπέρ εὐσταθείας καί εἰρήνης τοῦ κόσμου καί τέλος νά σταματήσει ὁ διωγμός τῶν χριστιανῶν. Μετά παρέδωσαν τό πνεῦμα τους, τά δέ ἅγια λεἰψανά τους ἀνεκομίσθησαν μετά ἀπό πολλά χρόνια, ἀναβλύζοντας μῦρα καί κάνοντας πολλά θαύματα.
Ἀπολυτίκιον.
(Ἦχος πλ α΄. Τόν συνάναρχον Λόγον.)
Εὐσεβείας τοὶς τρόποις ἐγγυμναζόμενοι, τοῦ μαρτυρίου τὴν τρῖβον διαπεράτε καλῶς, ὡς αὐτάδελφοι κλεινοὶ Χριστὸν δοξάσαντες, ὅθεν γεραίρομεν ὑμᾶς, ὡς γενναίους Ἀθλητᾶς, Φλῶρε καὶ Λαῦρε βοῶντες. Ἀπὸ παντοίας ἀνάγκης, ρύσασθε πάντας ἠμᾶς Ἅγιοι.
Μεγαλυνάριον
Σύμφρων καί ὁμόψυχος ἐν παντί, ἡ τῶν αὐταδέλφων, ἀναδέδεικται ξυνωρίς, Φλῶρός τε καί Λαῦρος, ἐν βίῳ καί ἐν ἄθλοις· διό καί ἰσοτίμως ἐμεγαλύνθησαν.
Πηγή: orthodoxostypos

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου