Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Δευτέρα 16 Αυγούστου 2021

16 Αυγούστου: ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Τιμ. γ΄ 13 – δ΄ 5

13 Οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παῤῥησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ. 14 Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρός σε τάχιον· 15 ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. 16 καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.

δ΄ 1 Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, 2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, 3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. 4 ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· 5 ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. θ΄ 51-57, ι΄ 22-24, ιγ΄ 22

51 Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ καὶ αὐτὸς ἐστήριξε τὸ πρόσωπον αὐτοῦ τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ, 52 καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ· 53 καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ. 54 ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησε; 55 στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς καὶ εἶπεν· οὐκ οἴδατε ποίου πνεύματός ἐστε ὑμεῖς· 56 ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην. 57 Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέ τις πρὸς αὐτόν· ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ, Κύριε.

ι΄ 22 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. 23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾿ ἰδίαν εἶπε· μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. 24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.

ιγ΄ 22 Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΑΝΑΜΝΗΣΙΣ ΤΗΣ ΕΙΣΟΔΟΥ ΤΗΣ ΑΧΕΙΡΟΤΕΥΚΤΟΥ 
ΜΟΡΦΗΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

Στίς 16 Αὐγούστου ἡ Ἐκκλησία μας ἑορτάζει τήν ἀνάμνηση τῆς εἰσόδου τῆς ἀχειροποιήτου μορφῆς τοῦ Κυρίου ἀπό τήν Ἔδεσσα στήν Κωνσταντινούπολη. Ὅταν ὁ Χριστός μας βρισκόταν στή γῆ, έπιτελοῦσε πάμπολλα καί ἐξαίσια θαύματα, ἡ φήμη τῶν ὁποίων ἔφτασε στήν Ἔδεσσα. Ὁ τοπάρχης της Αὔγαρος ἐπιθυμοῦσε νά πάει στήν Ἱερουσαλήμ γιά να δεῖ τόν Κύριο, ἐμποδιζόταν ὅμως ἀπό δύο άσθένειες, τήν λέπρα καί τήν άρθρίτιδα. Ἔστειλε λοιπόν ἕναν ἔμπιστό του, τόν Ἀνανία γιά να είκονίσει τόν Κύριο, συγχρόνως δέ Τοῦ ἔγραψε γράμμα, στό ὁποῖο ἐν συντομίᾳ ἔλεγε:
“Ἔμαθα ὅτι γιατρεύεις τούς ἀνθρώπους χωρίς φάρμακα, διώχνεις δαιμόνια καί ἀνασταίνεις νεκρούς. Σκέφτηκα λοιπόν ὅτι ἤ εἶσαι Υἱός τοῦ Θεοῦ ἤ εἶσαι ὁ ἴδιος Θεός. Γι’ αὐτό λοιπόν σοῦ γράφω καί σέ παρακαλῶ νά κάνεις τόν κόπο νά ἔρθεις σέ μένα καί νά μέ θεραπεύσεις. Ἔμαθα ἀκόμη ὅτι οἱ Ἰουδαίοι δέν σέ θέλουν καί σκοπεύουν νά σοῦ κάνουν κακό. Ἡ πόλη μου ἡ Ἔδεσσα εἶναι μικρή, ἀλλά σεμνή, χωράει καί τούς δυό μας καί μποροῦμε νά κατοικοῦμε σέ αὐτήν εἰρηνικά.”
Ὁ Ἀνανίας πῆγε στήν Ἱερουσαλήμ καί παρέδωσε τήν ἐπιστολή στόν Κύριο, στάθηκε ὅμως ἀδύνατον νά Τόν ἀπεικονίσει, ἀφ’ ἑνός διότι τά πλήθη πάντοτε Τόν περιτριγύριζαν, ἀφ’ ἑτέρου διότι ἡ μορφή τοῦ Κυρίου ἄλλαζε διαρκῶς. Ὁ καρδιογνώστης Χριστός μας ζήτησε τότε νερό γιά νά νίψει τό Πρόσωπό του καί άποσπογγίζοντάς το μέ ἕνα τετραπλό πανί πού τοῦ δόθηκε, ὦ τοῦ θαύματος, ἀποτυπώθηκε εἰς τετραπλοῦν ἡ ἁγία Του μορφή. Ἔδωσε τό πανί στόν Ἀνανία μαζί μέ μία ἐπιστολή.
“Μακάριος εἶσαι, ὦ Αὔγαρε, διότι πίστεψες σέ μένα, χωρίς νά μέ δεῖς. Εἶναι ὅμως ἀδύνατον νά ἔρθω στήν πόλη σου, διότι πρέπει νά τελειώσω ὅλα τά ἔργα, γιά τά ὁποία μέ ἔστειλε στόν κόσμο ὁ Πατέρας μου. Μετά τήν εἰς οὐρανούς Ἀνάληψή μου, θά σοῦ στείλω ἕνα μαθητή μου, όνομαζόμενο Θαδδαῖο, ὁ ὁποῖος καί θά σέ θεραπεύσει καί θά χαρίσει αἰώνιο ζωή καί εἰρήνη σέ σένα καί στούς οἰκείους σου. Ἀλλά καί τήν πόλη σου θά βοηθήσει ἀρκετά.”
Ὁ Αὔγαρος δέχθηκε μέ χαρά τόν Ἀνανία, προσκύνησε τήν ἄχραντο εἰκόνα τοῦ Κυρίου καί θεραπεύθηκε ἀμέσως. Ἔμεινε ὅμως στό μέτωπό του ἕνα μικρό σημάδι ἀπό τήν λέπρα. Μετά τήν Ἀνάληψη τοῦ Κυρίου πῆγε στήν Ἔδεσσα ὁ ἀπόστολος Θαδδαῖος καί τόν βάπτισε μαζί μέ ὅλους τούς ἀνθρώπους του. Βγαίνοντας δέ ὁ Αὔγαρος ἀπό τήν ἁγία κολυμβήθρα, καθαρίσθηκε τό μέτωπό του ἀπό τό μικρό σημάδι λέπρας πού εἶχε ἀπομείνει. Ἔκτοτε τιμοῦσε καί σεβόταν τό Ἄγιο Μανδήλιο μέ τή μορφή τοῦ Κυρίου, τό ἔβαλε στήν εἴσοδο τῆς πόλης καί από κάτω ἔγραψε:

Χριστέ ὁ Θεός, ὁ εἰς σέ ἐλπίζων, οὐκ ἀποτυγχάνει ποτέ.

Μετά ἀπό πολλούς χρόνους καί ἀφοῦ τό ἅγιο Μανδήλιο παρέμεινε κρυμμένο ἐπί πολλά ἔτη, τό βρῆκε ὁ ἐπίσκοπος τῆς πόλεως καί μέ αύτό ἔδιωξαν θαυματουργικῶς τούς Πέρσες. Ἀργότερα μεταφέρθηκε στήν Κωνσταντινούπολη καί ἐναποτέθηκε στήν Ἁγία Σοφία. Τόσο στή διαδρομή, ὅσο καί στήν βασιλεύουσα ἔγιναν πολλά θαύματα.
Ἀπολυτίκιον
(Ἦχος β΄.)
Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν σοι, Χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.
Μεγαλυνάριον
Ἦκεν ἐξ Ἐδέσσης ἡ σή Εἰκών, ἐν τῇ Βασιλίδι, κομισθεῖσα περιφανῶς, καί τῆς σῆς προνοίας, ἐκλάμπει τάς ἀκτῖνας, ἡλιακός ὡς δίσκος ἡμῖν φιλάνθρωπε.
Πηγή: orthodoxostypos

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου