ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Κορ. ια΄ 8-23
8 Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός· 9 καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. 10 διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους. 11 πλὴν οὔτε ἀνὴρ χωρὶς γυναικὸς οὔτε γυνὴ χωρὶς ἀνδρὸς ἐν Κυρίῳ· 12 ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτω καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός, τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. 13 ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι; 14 ἢ οὐδὲ αὐτὴ ἡ φύσις διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστι, 15 γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται αὐτῇ. 16 Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ Θεοῦ. 17 Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ᾿ εἰς τὸ ἧττον συνέρχεσθε. 18 πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω· 19 δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. 20 συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν· 21 ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει. 22 μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί ὑμῖν εἴπω; ἐπαινέσω ὑμᾶς ἐν τούτω; οὐκ ἐπαινῶ. 23 ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ Κύριος Ἰησοῦς ἐν τῇ νυκτί ᾗ παρεδίδοτο ἔλαβεν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ εἶπε.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ιζ΄ 10-18
10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 11 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ἠλίας μὲν ἔρχεται πρῶτον καὶ ἀποκαταστήσει πάντα· 12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν. 13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς. 14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων· 15 Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΑΓΙΑ ΕΙΡΗΝΗ Η ΒΑΣΙΛΙΣΣΑ
Στίς 13 Αὐγούστου ἑορτάζουμε τό κόσμημα τῆς Κωνσταντινουπόλεως, τήν ἀοίδιμον βασίλισσα Εἰρήνη, τήν κτιτόρισσα τοῦ μοναστηρίου τοῦ Παντοκράτορος. Ἡ βασίλισσα αὐτή συγκέντρωσε παιδιόθεν ὅλες τίς ἀρετές κι ἔγινε κόσμημα τοῦ θεοστέπτου βασιλέα και συζύγου της. Γεννήθηκε ἀπό γονεῖς εὐτυχεῖς καί βασιλεῖς τῆς Δύσεως καί ἀπό μικρή ἠλικία φαινόταν ἡ εὐγένεια καί ἡ ἀρετή της. Ἔγινε σύζυγος τοῦ Ἰωάννη Κομνηνοῦ, γυιοῦ τοῦ Ἀλεξίου Κομνηνοῦ, τό 1070 καί γέμισε τά πάντα μέ εὐφροσύνη καί ἀγαλλίαση. Γέννησε ὀκτώ παιδιά μέ τόν Ἰωάννη, τά ὁποῖα ἀνέθρεψε ἐπιμελῶς καί μεγαλοπρεπῶς. Ἔβλεπε ὅτι τά ἐγκόσμια πράγματα καί αὐτή ἀκόμα ἡ βασιλεία δέν ἀξίζουν τίποτα, γι’αύτό δέν ἔπαυε μέρα νύχτα νά λατρεύει τόν Θεό καί διαρκῶς μεσίτευε πρός τόν βασιλέα καί σύζυγό της, γιά τήν βοήθεια τῶν πτωχῶν, ὑπερασπιζόμενη καί εὐεργετώντας ὅσους εἶχαν ἀνάγκη. Χαιρόταν περισσότερο να δίνει καί νά ἐλεεῖ, παρά νά λαμβάνει ἀπό ἄλλους. Προστάτευε χῆρες καί ὀρφανά, ἐνίσχυε μοναστήρια καί συγχρόνως ἦταν πάντοτε σεμνή, σώφρων, ταπεινή, συμπαθής καί προσηνής. Ποτέ δέν θύμωνε, ποτέ δέν ὀργιζόταν καί ἦταν ἐξαιρετικά ἀσκητική καί ἐγκρατής. Ἔγινε κτιτόρισσα τῆς βασιλικῆς μονῆς τοῦ Παντοκράτορος, ἀλλά καί ἄλλων ναῶν, γηροκομείων καί πτωχοκομείων. Συνεργάτης της σέ αὐτά τά καλά ἔργα στάθηκε ὁ ἀοίδιμος Νικηφόρος, ὁ ὁποῖος νύχτα καί ἡμέρα ἐργαζόταν γιά νά πραγματοποιηθοῦν οἱ καλές ἐπιθυμίες τῆς ἁγίας. Βοηθός της στάθηκε ὅμως καί ὁ βασιλέας καί σύζυγός της στά καλά της ἔργα, ἰδίως δε στή Μονή Παντοκράτορος. Τό τίμιο λείψανό της ἐτάφη στό μοναστῆρι αὐτό, μετά δε ἀπό λίγο ἐκοιμήθη καί ὁ σύζυγός της.
Πηγή: orthodoxostypos
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου