Χαίροις τῶν Φαράσων θεῖος βλαστός, Ἄθωνος τοῦ Ὄρους περιάκουστος ἀσκητής, χαίροις τῆς Ἑλλάδος ὁ φωτιστὴς ὁ νέος, Παΐσιε τῶν νέων μέγιστε σύμμαχε.
Χαίροις ὁ διδάσκαλος Σουρωτῆς, τοῦ Σιναίου ὄρους ὁ σεμνότατος ἀσκητής, χαίροις ἐν Κονίτσῃ τῶν συμπατριωτῶν σου, κατοίκων ὄντως τύπος Πάτερ πρὸς μίμησιν.
Ἄνδρας καὶ γυναῖκας ναρκομανεῖς, καὶ πληθὺν ἀνθρώπων, δαιμονώντων ταῖς σαῖς λιταῖς, καὶ τοὺς ἀσθενοῦντας, πολυειδῶς θεόφρον, Παΐσιε μὴ παύσῃ, σώζων ἑκάστοτε.
Ἔχοντες ὡς μέγιστον θησαυρόν, τόν σὸν τάφον Πάτερ, ἀρυόμεθα οἱ πιστοί, δύναμιν καί θάρσος, ἐν τοῖς δεινοῖς τοῦ βίου, Παΐσιε παμμάκαρ, ἄνερ τῆς χάριτος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου