Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Κυριακή 25 Ιουλίου 2021

26 Ιουλίου: ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 
Γαλ. γ΄ 23 – δ΄
5

23 Πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. 24 ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· 25 ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. 26 πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· 27 ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. 28 οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. 29 εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι. 

δ΄ 1 Λέγω δέ, ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, 2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. 3 οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· 4 ὅτε δέ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, 5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ 
Μρ. ε΄ 24-34

24 Καὶ ἀπῆλθε μετ᾿ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. 25 Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, 26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27 ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· 28 ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. 29 καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30 καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; 31 καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις τίς μου ἥψατο; 32 καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33 ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34 ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου. 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ 
Ο ΙΕΡΟΜΑΡΤΥΣ ΕΡΜΟΛΑΟΣ 

Στίς 26 Ἰουλίου ἡ Ἐκκλησία τιμᾶ τήν μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Ἑρμολάου καί τῶν σύν αὐτῷ μαρτυρησάντων Ἑρμίππου καί Ἑρμοκράτους. Οἱ ἅγιοι αὐτοί μάρτυρες ἦσαν μέλη τῆς Ἐκκλησίας τῆς Νικομήδειας καί διεσώθηκαν ἀπό τόν διωγμό πού εἶχε ἐξαπολύσει ὁ τύραννος Μαξιμιανός, κατά τόν ὁποῖον εἶχαν καῆ εἴκοσι χιλιάδες χριστιανοί. Ἐπειδή ὁ ἅγιος Παντελεήμονας, ἀνακρινόμενος ἀπό τόν τύραννο Μαξιμιανό ὁμολόγησε ὅτι ὁ ἱερέας τῆς Νικομήδειας Ἑρμόλαος ἦταν αὐτός πού τοῦ δίδαξε τήν πίστη, ὁ ἡγεμόνας διέταξε νά τόν συλλάβουν. Ἔτσι ὁ ἱερέας Ἑρμόλαος συνελήφθηκε μαζί μέ δύο χριστιανούς φίλους καί συνεργάτες του τόν Ἕρμιππο καί τόν Ἑρμοκράτη. Οἱ γενναῖοι μάρτυρες ὁμολόγησαν μέ παρρησία ὅτι εἶναι στρατιῶτες τοῦ Χριστοῦ, ἕτοιμοι νά θυσιάσουν τήν ζωήν τους γιά τήν πίστη καί ὅτι ὁ Κύριος εἶναι ὁ ἀληθινός Θεός, ἐνῶ οἱ θεοί τῶν ἐθνικῶν ψεύτικοι. Γιά τόν λόγο αὐτό καί οἱ τρεῖς ἀποκεφαλίσθηκαν καί ἔλαβαν τόν στέφανο τοῦ μαρτυρίου καί ἀξιώθηκαν νά γίνουν πολίτες τῆς οὐρανίου βασιλείας. 
Ἀπολυτίκιον 
(Ἦχος γ΄. Τὴν ὡραιότητα.) 
Ἱερατεύσαντες, γνησίως Ἅγιοι, τῷ πρυτανεύσαντι, ἡμῖν τὰ κρείττονα, τοῦ μαρτυρίου τὴν ὁδόν, ἠνύσατε γηθοσύνως, Ἱερὲ Ἑρμόλαε, σὺν Ἑρμίππω Ἑρμόκρατες, τρίστυλον ἑδραίωμα, Ἐκκλησίας γενόμενοι, διὸ ἐκδυσωπεῖτε ἀπαύστως, σώζεσθαι πάντας πάσης βλάβης. 
Μεγαλυνάριον 
Ἱερομαρτύρων τριάς σεπτή, Ἑρμόλαε πάτερ, σύν Ἑρμίππῳ τῷ ἱερῷ, καί τῷ Ἑρμοκράτει, Τριάδι τῇ Ἁγίᾳ, ὑπέρ ἡμῶν ἐντεύξεις, ἀεί προσφέρετε.
Πηγή: orthodoxostypos

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου