ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. ιε΄ 17-29
17 Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν· 18 οὐ γὰρ τολμήσω λαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι᾿ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ, 19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ, ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, 20 οὕτω δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾿ ἀλλότριον θεμέλιον οἰκοδομῶ, 21 ἀλλὰ καθὼς γέγραπται, οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσι. 22 Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· 23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν, 24 ὡς ἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς· ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ᾿ ὑμῶν προκπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. 25 νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονῶν τοῖς ἁγίοις. 26 εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. 27 εὐδόκησαν γὰρ καὶ ὀφειλέται αὐτῶν εἰσιν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. 28 τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπόν τοῦτον, ἀπελεύσομαι δι᾿ ὑμῶν εἰς τὴν Σπανίαν. 29 οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. η΄ 1-3
1 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευε κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, 2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, 3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτῷ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΑΓΙΑ ΜΥΡΟΦΟΡΟΣ ΜΑΡΙΑ Η ΜΑΓΔΑΛΗΝΗ
Στίς 22 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας Μυροφόρου καί ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς. Ἡ ἁγία Μαγδαληνή καταγόταν ἀπό τά Μάγδαλα τῆς Παλαιστίνης, πού βρίσκονται στήν ὄχθη τῆς λίμνης Γεννησαρέτ. Ὑπῆρξε ἀφοσιωμένη μαθήτρια τοῦ Κυρίου, ὁ ὁποῖος καί τήν θεράπευσε ἀπό ἑπτά δαιμόνια πού τήν τυραννοῦσαν. Μετά τήν θεραπεία της ἀκολούθησε τόν Κύριο, τόν ὁποῖο ὑπηρέτησε στό ἔργο του καί παραβρέθηκε στό Πάθος καί στήν Σταύρωσή του. Ἔγινε Μυροφόρος καί εὐαγγελίστρια τοῦ κοσμοσωτηρίου γεγονότος τῆς Ἀναστάσεως τοῦ Κυρίου, ἀφοῦ, ὅπως μᾶς λέγει ὁ Εὐαγγελιστής Ματθαῖος πρώτη ἀπό ὅλες τίς Μυροφόρες, μετά τήν Θεοτόκο εἶδε τήν Ἀνάσταση τοῦ Χριστοῦ. Ὁ Κύριος, μετά τήν Ἀνάστασή του, φανερώθηκε πρῶτα σέ αὐτήν καί ἐκείνη τό ἀνήγγειλε στούς Μαθητές του. Μετά τήν Ἀνάληψη καί τήν Πεντηκοστή ἡ ἁγία Μαγδαληνή πῆγε στήν Ρώμη, ὅπου κατήγγειλε στόν Καίσαρα τόν ἄδικο θάνατο τοῦ Κυρίου καί παραβρέθηκε τόσο στήν δίκη τοῦ Πιλάτου ὅσο καί στόν θάνατό του. Κατόπιν, πῆγε στήν Μασσαλία τῆς Γαλλίας, ὅπου μέ τήν βοήθεια τοῦ Θεοῦ ὁδήγησε τόν ἄρχοντα τῆς πόλης, τήν οἰκογένειά του καί τόν λαό του στήν πίστη τοῦ ἀληθινοῦ Θεοῦ. Τέλος, ἦλθε στήν Ἔφεσο, ὅπου βρῆκε τόν Εὐαγγελιστή Ἰωάννη. Ἐκεῖ ἀρρώστησε καί παρέδωσε τήν ἁγία ψυχή της στόν Κύριο. Μερικοί χριστιανοί τήν ἐνταφίασαν στήν εἴσοδο σπηλαίου, ἐκεῖ ὅπου ἀργότερα κοιμήθηκαν οἱ ἑπτά Παῖδες. Τά ἅγια λείψανά της ἀπό τότε εἶναι πηγη ἰαμάτων καί θαυμάτων γιά τούς χριστιανούς.
Ἀπολυτίκιον
Ἦχος α΄. Τόν τάφον σου Σωτήρ.
Χριστῷ τῷ δι᾽ ἡμᾶς, ἐκ Παρθένου τεχθέντι, σεμνή Μαγδαληνή, ἠκολούθεις Μαρία, αὐτοῦ τά δικαιώματα, καί τούς νόμους φυλάττουσα· ὅθεν σήμερον, τήν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἁμαρτημάτων τήν λύσιν, εὐχαῖς σου λαμβάνομεν.
Μεγαλυνάριον
Τάφῳ προσελθοῦσα τοῦ Ἰησοῦ, τοῦτον ἐθεάσω, ἀναστάντα ἐκ τῶν νεκρῶν· ὅθεν Ἀποστόλοις, Μαγδαληνή Μαρία, χαρᾶς εὐηγγελίσω τά εὐαγγέλια.
Πηγή: orthodoxostypos
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου