ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. ια΄ 25-36
25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε παρ᾿ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, 26 καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται· ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· 27 καὶ αὕτη αὐτοῖς ἡ παρ᾿ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. 28 κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι᾿ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας· 29 ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. 30 ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ, 31 οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν, τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσι· 32 συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ. 33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! 34 τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; 35 ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ; 36 ὅτι ἐξ αὐτοῦ καὶ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ιβ΄ 1-8
1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. 2 οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ· ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ. 3 ὁ δὲ εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυΐδ ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾿ αὐτοῦ; 4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ᾿ αὐτοῦ, εἰ μὴ μόνοις τοῖς ἱερεῦσι; 5 ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσι; 6 λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. 7 εἰ δὲ ἐγνώκειτε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἅν κατεδικάσατε τοὺς ἀναιτίους. 8 κύριος γάρ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΙΕΡΟΜΑΡΤΥΣ ΑΘΗΝΟΓΕΝΗΣ
Στίς 16 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ἱερομάρτυρος Ἀθηνογένους καί τῶν δέκα μαθητῶν αὐτοῦ. Ὁ Ἀθηνογένης καταγόταν ἀπό τήν Σεβάστεια τῆς Καππαδοκίας καί ἔζησε τόν 3ο αἰώνα μ.Χ. Διακρινόταν γιά τήν ἀρετή καί ταπείνωση, γι᾽ αὐτό καί ἔγινε ἐπίσκοπος Πηδαχθόης.
Γρήγορα ὅμως προκάλεσε τόν φθόνο τοῦ εἰδωλολάτρη ἡγεμόνα, ὁ ὁποῖος εἶχε ἀποφασίσει τήν ἐξόντωσή του. Ὁ Συναξαριστής μᾶς πληροφορεῖ: «Συλληφθείς ὑπό τοῦ ἡγεμόνος Φιλομάχου, μετά τῶν δέκα αὐτοῦ μαθητῶν, ὑπέμεινε μετ᾽ αὐτῶν ὁ ἀοίδιμος πολλάς βασάνους· τελευταῖον δέ ὅλοι ἀποκεφαλισθέντες ἔλαβον παρά Κυρίου τούς στεφάνους τῆς ἀθλήσεως».
Πρωτ. Δ.Δ.Τ.
Ἀπολυτίκιον
Ἦχος γ΄. Θείας Πίστεως.
Χρῖσμα ἅγιον, εἰσδεδεγμένος, Μάρτυς ἔνθεος, τοῦ Λόγου ὤφθης, Ἀθηνόγενες ἀθλήσας στερρότατα, καί ὡς θυσίαν αὐτῷ προσενήνοχας, τῶν φοιτητῶν σου δεκάδα τήν πάνσεπτον· μεθ᾽ ὧν πρέσβευε, δοθῆναι τοῖς σέ γεραίρουσι, πταισμάτων ἱλασμόν καί μέγα ἔλεος
Μεγαλυνάριον
Χαίροις Ἀθηνόγενες ἱερέ· σὺ γὰρ ἀναιμάκτως, τῇ Τριάδι ἱερουργῶν, αἵματι ἰδίῳ, ἀθλητικῶς ἐτύθης, σὺν Μαθητῶν δεκάδι, τῷ σὲ δοξάσαντι.
Πηγή: orthodoxostypos
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου