ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Κορ. ιγ΄ 11 – ιδ΄ 5
11 Ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. 12 βλέπομεν γὰρ ἄρτι δι᾿ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. 13 νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη.
ιδ΄ 1 Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. 2 ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· 3 ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. 4 ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. 5 θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ια΄ 27-30
27 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. 28 Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 29 ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· 30 ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΑΓΙΟΙ ΚΗΡΥΚΟΣ ΚΑΙ ΙΟΥΛΙΤΤΑ
Στίς 15 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Κηρύκου καί Ἰουλίττης τῆς μητρός αὐτοῦ. Ἡ ἁγία Ἰουλίττα ἦταν χριστιανή, καταγόταν ἀπό τό Ἰκόνιο τῆς Μικρᾶς Ἀσίας καί ἔζησε κατά τούς χρόνους τοῦ ρωμαίου αὐτοκράτορα Διοκλητιανοῦ. Ἐκείνη τήν περίοδο στό Ἰκόνιο εἶχε ξεσπάσει διωγμός κατά τῶν χριστιανῶν καί γιά αὐτό πῆγε στήν Σελεύκεια. Ἐπειδή ὅμως καί ἐκεῖ διώκονταν οἱ χριστιανοί κατέφυγε στήν Ταρσό τῆς Κιλικίας, ὅπου καί ἐκεῖ εἶχαν ξεσπάσει φοβεροί διωγμοί ἀπό τόν ἡγεμόνα τῆς Κιλικίας Ἀλέξανδρο. Ὅταν ὁ ἡγεμόνας τοὺς συνέλαβε ὑπέβαλε τήν ἁγία Ἰουλίττα σέ φοβερά βασανιστήρια, τόν δέ Κήρυκο λόγῳ τῆς ἡλικίας του μέ κολακεῖες προσπαθοῦσε νά τόν καταφέρη νά ἀπαρνηθῆ τόν Χριστό, ὅμως τό μικρό παιδί παρά τήν ἡλικία του, ἔχοντας στραμμένο τό βλέμμα του συνεχῶς στήν ἁγία μητέρα του καί ψελλίζοντας τό ὄνομα τοῦ Χριστοῦ κτύπησε μέ τό πόδι του τόν ἡγεμόνα. Αὐτός θυμωμένος ἔσπρωξε μέ δύναμη τόν Κήρυκο καί τὸ παιδὶ κτυπώντας στό κεφάλι παρέδωσε τήν ψυχή του στόν Κύριο. Ἡ ἁγία Ἰουλίττα κατόπιν ὁδηγήθηκε σέ φρικτά βασανιστήρια, ἐπειδή ὅμως δέν ἀρνήθηκε τόν Χριστό ἀποκεφαλίσθηκε. Καί ἔτσι ἡ μάρτυς τοῦ Χριστοῦ Ἰουλίττα μέ τόν υἱό της Κήρυκο ἔλαβαν τούς στεφάνους τοῦ μαρτυρίου καί ἀξιώθηκαν τῆς οὐρανίας μακαριότητος.
Ἀπολυτίκιον
(Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.)
Ἡ καλλιμάρτυς τοῦ Χριστοῦ Ἰουλίττα, σύν τριετεῖ αὐτῆς ἀμνῷ τῷ Κηρύκῳ, δικαστικοῦ πρό βήματος παρέστησαν φαιδρῶς, εὔτολμοι κηρύττοντες, τήν χριστώνυμον κλῆσιν, ἄμφω μή πτοούμενοι, ἀπειλάς τῶν τυράννων· καί στεφηφόροι νῦν ἐν οὐρανοῖς, ἀγαλλιῶνται Χριστῷ παριστάμενοι.
Μεγαλυνάριον
Φέρουσα ὡς ἄμπελος νοητή, Κήρυκον τόν θεῖον, Ἰουλίττα ἀν τοῖς χερσίν, οἶνον εὐφροσύνης, ληνοῖς τοῦ μαρτυρίου, βλυστάνετε τῷ κόσμῳ ἐν θείῳ Πνεύματι.
Πηγή: orthodoxostypos
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου