Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Τρίτη 13 Ιουλίου 2021

14 Ἰουλίου: ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. ια΄ 2-12

2 Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραὴλ λέγων; 3 Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. 4 ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῷ Βάαλ. 5 οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν. 6 εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. 7 Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν, 8 καθὼς γέγραπται· ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας. 9 καὶ Δαυΐδ λέγει· γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς. 10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. 11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. 12 εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ια΄ 20-26

20 Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν· 21 οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμεναι μετενόησαν. 22 πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. 23 καὶ σὺ Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήση· ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν ἂν μέχρι τῆς σήμερον. 24 πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί. 25 Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· 26 ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΝΙΚΟΔΗΜΟΣ Ο ΑΓΙΟΡΕΙΤΗΣ

Στίς 14 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Νικοδήμου τοῦ Ἁγιορείτου. Ὁ ἅγιος Νικόδημος, ὁ κατά κόσμον Νικόλαος Καλλιβούρτσης, γεννήθηκε στήν Νάξο ἀπό γονεῖς εὐσεβεῖς, τόν Ἀντώνιο καί τήν Ἀναστασία τό 1749. Σέ νεαρά ἡλικία μαθήτευσε στήν Εὐαγγελική Σχολή τῆς Σμύρνης, ἀργότερα ὅμως ποθώντας τήν μοναχική ζωή πῆγε στό Ἅγιο Ὄρος, ὅπου ἐκάρη μοναχός στήν Μονή τοῦ ὁσίου Διονυσίου. Φλογιζόμενος ἀπό ἀγάπη πρός τήν ἡσυχαστική ζωή ἦλθε στήν σκήτη τῆς Μονῆς Παντοκράτορος, ὅπου ἔλαβε καί τό μεγάλο ἀγγελικό σχῆμα. Ἀφοῦ ἀγωνίσθηκε μέ σκληρούς ἀσκητικούς ἀγῶνες καί ἰδιαίτερα μέ τήν νοερά προσευχή ἀξιώθηκε νά καθαρισθῆ ἀπό τά πάθη καί νά χαριτωθῆ ἀπό τόν Θεό μέ τά χαρίσματα τῆς σοφίας καί τῆς διδασκαλίας, σέ τέτοιο σημεῖο, ὥστε νά γίνη ἐφάμιλλος τῶν μεγάλων ἁγίων Πατέρων τῆς Ἐκκλησίας. Συνέγραψε πλῆθος ἱερῶν βιβλίων, μέ τά ὁποῖα ἑρμηνεύεται ὁ λόγος τοῦ Θεοῦ, καταγράφεται ἡ ζωή τῶν ἁγίων, ἀποσαφηνίζονται οἱ ἱεροί κανόνες καί διατάξεις, ἀποτυπώνονται μέ θεολογικό λόγο οἱ ἠθικοί κανόνες τῆς χριστιανικῆς πίστης, ἐπεξηγοῦνται οἱ ἀσκητικοί κανόνες τῆς νηπτικῆς θεολογίας καί μάλιστα μᾶς ἀφήνει πολλά κείμενα σχετικά μέ τήν προσευχή, μέ σκοπό νά στηριχθοῦν οἱ πιστοί, ὄχι μόνο τῆς ἐποχῆς ἐκείνης, νά διορθώσουν τήν ζωή τους καί νά βελτιώσουν τά ἤθη τους. Ἐπίσης συνδέεται μέ πνευματική φιλία μέ τόν ἅγιο Μακάριο Κορίνθου. Καί ἔτσι ὁ ἅγιος Νικόδημος, ἀφοῦ ὑπέμεινε πολλούς πειρασμούς ἀπό τούς δαίμονες καί τούς ἀνθρώπους, ὑποκρύπτοντας τίς δωρεές τοῦ Ἁγίου Πνεύματος, μέ τίς ὁποῖες ἦταν στολισμένος, ἀφοῦ ἔγινε τύπος καί ὑπογραμμός τῆς ὁσιακῆς ζωῆς καί ἀφοῦ εὐαρέστησε τόν Θεό ἐξεδήμησε πρός τόν Κύριο στίς 14 Ἰουλίου τοῦ 1809 στό κελλί τοῦ ἁγίου Γεωργίου στίς Καρυές τοῦ Ἁγίου Ὄρους, τῶν Σκουρταίων, ὅπου εἶναι τεθησαυρισμένη καί ἡ κάρα του.
Ἀπολυτίκιον
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σοφίας χάριτι, Πάτερ κοσμούμενος, σάλπιξ θεόφθογγος, ὤφθης τοῦ Πνεύματος, καὶ ἀρετῶν ὑφηγητής, Νικόδημε θεηγόρε, πάσι γὰρ παρέθηκας, σωτηρίας διδάγματα, βίου καθαρότητας, διεκφαίνων τὴν ἔλλαμψιν, τῷ πλούτῳ τῶν ἐνθέων σου λόγων, δι’ ὧν ὡς φῶς τῷ κόσμῳ ἔλαμψας.
Μεγαλυνάριον
Χαίροις Ἐκκλησίας νέος φωστήρ, καὶ Ἁγίου Ὄρους, ἐγκαλώπισμα ἱερόν· χαίροις Μοναζόντων, ὁ φωτοφόρος λύχνος, Νικόδημε παμμάκαρ, Νάξου τὸ καύχημα.
Πηγή: orthodoxostypos

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου