Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Κυριακή 11 Ιουλίου 2021

11 Ἰουλίου: ΑΝΑΓΝΩΣΜΑΤΑ ΚΑΙ ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Κορ. ς΄ 1-1
0

1 Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς 2 λέγει γάρ· καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας- 3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, 4 ἀλλ᾿ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, 5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, 6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, 7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, 8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, 9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, 10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ς΄ 22-33

22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινόν ἔσται· 23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον; 24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. 25 Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; 27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρῖνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· 29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 30 Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 31 μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα; 32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. 33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
H ΑΝΑΜΗΝΗΣΙΣ ΤΟΥ ΘΑΥΜΑΤΟΣ ΤΗΣ ΑΓΙΑΣ ΕΥΦΗΜΙΑΣ

Στίς 11 Ἰουλίου ἡ Ἐκκλησία μας ἑορτάζει τό θαῦμα τῆς Ἁγίας Εὐφημίας, πού ἐπιβεβαίωσε τόν Τόμο τῆς πίστεως τῶν Πατέρων τῆς Δ΄ Οἰκουμενικῆς Συνόδου. Τό 451 ἐπί βασιλείας Μαρκιανοῦ καί Πουλχερίας συγκροτήθηκε στήν Χαλκηδόνα ἡ τετάρτη Οἰκουμενική Σύνοδος, στήν ὁποία πῆραν μέρος ἑξακόσιοι τριάντα Πατέρες, γιά νά καταδικάσουν τήν αἱρετική διδασκαλία τοῦ Εὐτυχοῦς καί τῶν κακοδόξων Μονοφυσιτῶν. 
Ὁ Εὐτυχής δίδασκε ὅτι ὁ Ἰησοῦς Χριστός ἔχει μία φύση καί μία ἐνέργεια, ἐκείνη τῆς θεότητος. Ἐπειδή ὅμως δέν ἐπείθονταν στίς ἀποφάσεις τῆς Συνόδου ἀποφασίσθηκε οἱ Ὀρθόδοξοι καί οἱ αἱρετικοί νά γράψουν σέ ξεχωριστούς τόμους τά πιστεύματά τους καί νά τούς τοποθετήσουν ἐπάνω στό λείψανο τῆς ἁγίας Εὐφημίας, τό ὁποῖο ἦταν τεθησαυρισμένο μέσα σέ μία θήκη. 
Ὕστερα ἀπό τόν διορισμένο χρόνο, ἀφοῦ ἄνοιξαν τήν θήκη ἐθαύμασαν τήν μεγαλοσύνη τοῦ Θεοῦ, διότι ὁ μέν τόμος τῶν αἱρετικῶν βρέθηκε στούς πόδες τῆς ἁγίας, ἐκεῖνος δέ τῶν Ὀρθοδόξων τόν κρατοῦσε ἡ ἁγία Εὐφημία στήν ἀγκαλιά της. Ἔτσι οἱ Ὀρθόδοξοι στηρίχθηκαν στήν πίστη τους καί δόξασαν τόν Θεό, οἱ δέ αἱρετικοί κατησχύνθηκαν. 
Ἡ ἁγία Εὐφημία ἔζησε κατά τούς χρόνους τοῦ Διοκλητιανοῦ, καταγόταν ἀπό τήν Χαλκηδόνα καί μαρτύρησε μέ φρικτά βασανιστήρια. Ἡ μνήμη της τελεῖται στίς 16 Σεπτεμβρίου.
Ἀπολυτίκιον
Ἦχος γ΄. Θείας πίστεως.
Λίαν εὔφρανας, τοὺς Ὀρθοδόξους, καὶ κατήσχυνας, τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε. Τῆς γὰρ Τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσαθαι ἠμὶν τὸ μέγα ἔλεος.
Μεγαλυνάριον
Πίστιν βεβαιοῦσα τήν ἀληθῆ, δι’ ἥν Εὐφημία, σφαγιάζῃ ἀθλητικῶς, ἐν ἀγκάλαις φέρεις, τόν τόμο τῶν Πατέρων, ποσί δέ ἀπορρίπτεις τόν τῆς αἱρέσεως.
Πηγή: orthodoxostypos

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου