5 Ιανουαρίου 2021
Άγιοι Θεόπεμπτος και Θεωνάς
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἱερωσύνης τῇ στολῇ διαπρέπων, ἀθλητικῶς τὸν δυσμενῆ ἐτροπώσω, ὡς Ἱεράρχης ἔνθεος Θεόπεμπτε· ὅθεν πρὸς ἐπίγνωσιν, ἀληθείας προσάγεις, Θεωνᾶν τὸν ἔνδοξον, προσελθόντα Κυρίῳ· μεθ’ οὗ δυσώπει πάντοτε σοφέ, ὑπὲρ τῶν πίστει, τιμώντων τοὺς ἄθλους σου.
=-=-=-=-==-=-==-=-=
Οσία Συγκλητική
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Σοφίᾳ καὶ χάριτι, κεκοσμημένη σεμνή, ἀκλόνητος ἔμεινας, ὡς ὁ Ἰὼβ ὁ κλεινός, ἐχθροῦ ἐπίθεσιν· ὅθεν Συγκλητική σε, ἡ οὐράνιος δόξα, δέδεκται μετὰ τέλος, ὡς παρθένον φρονίμην· ἐν ᾗ τῶν μεμνημένων σου ἀεὶ μνημόνευε.
Πηγή: Απολυτίκια
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου