2 Ιανουαρίου 2021
Άγιος Σίλβεστρος Πάπας Ρώμης
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Στολὴν ἐνδυσάμενος, ἱεραρχίας πιστῶς, ἀμέμπτως ἱέρευσας, τῷ ἐπὶ πάντων Θεῶ, Πατὴρ ἡμῶν Σίλβεστρε· ἔχων γὰρ πολιτείᾳ, συνεκλάμποντα λόγον, θαύμασιν ἐβεβαίους, εὐσεβείας τὴν δόξαν, δι’ ἧς οὐρανίου δόξης, ὤφθης συμμέτοχος.
=-=-==-=-=-=-=-=
Όσιος Σεραφείμ του Σαρώφ
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Χριστῷ ἐκ νεότητος ἀκολουθήσας θερμῶς, εὐχαῖς καὶ δεήσεσιν, ἐν τῇ ἐρήμῳ Σαρώφ, ὡς ἄσαρκος ἤσκησας· ὅθεν τοῦ Παρακλήτου, δεδεγμένος τὴν χάριν, ὤφθης τῆς Θεοτόκου, θεοφόρος θεράπων· διὸ σε μακαρίζομεν, Σεραφεὶμ Πάτερ Ὅσιε.
Πηγή: Απολυτίκια
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου