Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Παρασκευή 20 Νοεμβρίου 2020

Τα Απολυτίκια της ημέρας

21 Νοεμβρίου 2020
Εισόδια της Θεοτόκου
 

 Ἦχος δ’.

Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν, Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
=-=-=-==-=-=-=-=-=

Σύναξη της Παναγίας της Μηλεσιώτισσας στον Ωρωπό
 

 Ήχος α'.

Τὴν πλουσίαν σου χάριν ἐπιχέεις, Πανάχραντε, καὶ τῶν δωρεῶν σου τὸν πλοῦτον ἐνσταλάζεις ἑκάστοτε· ὣς κρήνη ἁγιάσματος ἡμῖν ἐφάνη γὰρ εἰκών σου τῆς μορφῆς, διὰ τοῦτό σοι προσπίπτομεν εὐλαβῶς βοῶντες ἀκαταπάυστως· Χαῖρε, τοῦ Μηλεσίου κορωνὶς· Χαῖρε ἡμῶν ἡ ἀντίληψις· Χαῖρε, τῶν ἐν ἀνάγκαις ἀρωγέ, Ὢ Μηλεσιώτισσα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου