12 Ιουλίου 2020
Άγιοι Πρόκλος και Ιλάριος
Ἦχος ἀ’. Τῆς ἐρήμου πολίτης.
Σταυροῦ τὴν πανοπλίαν ἱερῶς ἐνδυσάμενοι, Ἰλάριε καὶ Πρόκλε, ὑπὲρ φύσιν ἠθλήσατε, καὶ δόξης οὐρανίου κοινωνοί, ἐδείχθητε ὡς μέτοχοι Χριστοῦ, διὰ τοῦτο χαρισμάτων ταὶς δωρεαίς, πυρσεύετε τοὺς κράζοντας, δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώοαντι, δόξα τῷ ἐνεργούντι δι' ὑμῶν πάσιν ἰάματα.
=-=-=-=-=-=-=-=-=-=
Ἦχος α ́. Τῆς ἐρήμου πολίτης.
Τῶν Φαράσων τὸν γόνον, καὶ τοῦ Ἄθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Παΐσιον τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, ὡς φυλάσσοντα ἐκ πάντων τῶν λυπηρῶν, τοὺς πίστει ἀνακράζοντας, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Πηγή: Απολυτίκια
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου