Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Δευτέρα 15 Ιουνίου 2020

Tα Απολυτίκια της ημέρας

15 Ιουνίου 2020
Προφήτης Αμώς


Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Προφήτην σὲ πιστόν, καὶ τῶν ἄνω ἐπόπτην, ἀνέδειξεν Ἀμῶς, ἐκ ποιμνίου ὁ Λόγος, τοῦ βίου σου δεξάμενος, εὐμενῶς τὴν χρηστότητα ὅθεν ἤλεγξας, τοὺς ἀσεβοῦντας ἀνδρείως, καὶ τὸν θάνατον, μαρτυρικῶς δεδεγμένος, ζωῆς θείας ἔτυχες.

Όσιος Ιερώνυμος

Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Σοφία καὶ χάριτι κεκοσμημένος λαμπρῶς, ὁσίως ἐβίωσας, ἐν ἐγκρατείᾳ πολλῇ, σοφὲ Ἱερώνυμε· ὅθεν τῆς τοῦ Σωτῆρος, Ἐκκλησίας ἐδείχθης, πάμφωτος λύχνος Πάτερ, ἀρετῶν ταῖς ἀκτῖσι· καὶ νῦν Χριστὸν δυσώπησον, ὑπὲρ τῶν τιμώντων σέ.

Άγιος Αυγουστίνος Επίσκοπος Ιππώνος

Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Αὐγουστῖνον τὸν μέγαν ἀνευφημήσωμεν, τὸν Ἱεράρχην τὸν θεῖον τῆς Ἐκκλησίας Χριστοῦ καὶ σοφὸν ὑφηγητήν· τῆς ἄνω πόλεως, τὸν θεολόγον τὸν κλεινὸν, προσευχῆς τὸν ἔραστὴν, καὶ στήλην τῆς μετανοίας· πρεσβεύει γὰρ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Πηγή: Απολυτίκια

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου