Ἄνωθεν ἐφαπλοῦσα, τὴν ἁγίαν σοῦ Σκέπην, Παρθένε Θεοτόκε Μαρία, σκέπεις καὶ σῴζεις τὸν σὸν λαόν, καθ' ὥραν σε Ἁγνὴ ἐπιβοώμενον· νῦν δὲ σου τὰ θαυμάσια, εὐγνωμόνως ὑμνεῖ κραυγάζων·
Χαῖρε τοῦ κόσμου ἡ Σωτηρία
Χαῖρε Ἑλλάδος ἡ προστασία.
Χαῖρε τῶν Ἀγγέλων παράδοξον θέαμα
Χαῖρε τῶν ἀνθρώπων ἀκλόνητον ἔρεισμα.
Χαῖρε Μήτηρ Ἀειπάρθενος τοῦ Παντάνακτος Χριστοῦ
Χαῖρε σκέπη καὶ ἀντίληψις τοῦ λαοῦ σου τοῦ πιστοῦ.
Χαῖρε ὅτι ἐφάνης σκέπουσα τὸ σὸν Ἔθνος
Χαῖρε ὅτι παρέχεις νίκας τῷ στρατοπέδῳ.
Χαῖρε πηγὴ πλουσίας χρηστότητος
Χαῖρε λαμπὰς Θεοῦ ἀγαθότητος.
Χαῖρε δι' ἧς τοὺς ἐχθροὺς ἐκνικῶμεν
Χαῖρε πρὸς ἣν καθ' ἑκάστην βοῶμεν·
Χαῖρε Σκέπη ὁλόφωτε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου