Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τοῦ πατρός σου τὴν πλάνην λιποῦσα πάνσεμνε, τῆς εὐσεβείας ἐδέξω τὴν θείαν ἔλλαμψιν, καὶ νενύμφευσαι Χριστῷ ὡς καλλιπάρθενος- ὅθεν ἠγώνισαι στερρῶς, καὶ καθεῖλες τὸν ἐχθρόν, Χριστίνα Μεγαλομάρτυς. Καὶ νῦν ἀπαύστως δυσώπει, ἐλεηθήναι τᾶς ψυχᾶς ἠμῶν.
Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τῇ φωνῇ. Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνήσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ᾽ ὡς θυσίαν ἄμωμον προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον
Ἦχος δ’. Ὁ ὑψωθεῖς.
Φωτοειδὴς περιστερὰ ἐγνωρίσθης, ἔχουσα πτέρυγας χρυσᾶς, καὶ πρὸς ὕψος, τῶν οὐρανῶν κατέπαυσας Χριστίνα σεμνή· ὅθεν σου τὴν ἔνδοξον, ἑορτὴν ἐκτελοῦμεν, πίστει προσκυνοῦντές σου, τῶν λειψάνων τὴν θήκην, ἐξ ἧς πηγάζει πᾶσιν ἀληθῶς, ἴαμα θεῖον, ψυχῆς τε καὶ σώματος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου