- Τῶν Πρωτοκορυφαίων
Πέτρε θεῖον ἅρμα Χερουβικόν, οὐράνιε Παῦλε, ὄχημά τε Σεραφικόν, ἡ πύρινος γλῶσσα, τοῦ Θεανθρώπου Λόγου, πυρός με τῆς γεέννης, ἀπολυτρώσασθε.
- Τοῦ Ἀποστόλου Πέτρου
Χαίροις κορυφαῖε μύστα Χριστοῦ, Ἀπόστολε Πέτρε, Ἀποστόλων ἡ καλλονή· χαίροις οἰκονόμε, τῶν δωρεῶν τῶν θείων, καὶ πρὸς Χριστὸν μεσίτης, ἡμῶν θερμότατος.
- Τοῦ Ἀποστόλου Παύλου
Χαίροις Ἀποστόλων ἡ καλλονή, καὶ ἐθνῶν ὁ κῆρυξ, καὶ διδάσκαλος καὶ φωστήρ· χαίροις Ἐκκλησίας, ὑφηγητὴς ἁπάσης, καὶ μέγας λαμπαδοῦχος Παῦλε Ἀπόστολε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου