Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Κυριακή 16 Σεπτεμβρίου 2018

Χαιρετισμοί Παναγίας Δαμανδρίου Λέσβου

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τοῦ Δαμανδρίου τὴν φρουρὸν ψαλμοῖς ὑμνήσωμεν,σεπτὴν Εἰκόνα θησαυρὸν τὸν πολυτίμητον, ἀσπαζόμενοιἐν μάνδρᾳ τῆς Θεοτόκου, εὐσεβῶν καὶ φιλεόρτων τὰσυστήματα, ὡς προστάτιδα κατέχοντες καὶ πρόμαχον,πίστει κράζοντες·
Χαῖρε Δαμανδριώτισσα.
Ἄγγελοι ἀοράτως, ἀνυμνοῦσι ἀπαύστως, τὴνπάνσεπτον μορφήν Σου Παρθένε (γ΄)· καὶ σὺν ταῖςοὐρανίας φωναῖς, τῆς νήσου Λέσβου, καὶ πιστῶνσυστήματα, ὁρῶντες Σὲ γηθόμενοι, μελίσμασι πιστῶςβοῶσι·

Χαῖρε, δι’ ἧς ἡ Ζωὴ ἐπέστη·
χαῖρε, δι’ ἧς Ἰησοῦς ἐτέχθη.
Χαῖρε, πεπτωκότος Ἀδὰμ ἡ ἀνάκλησις·
χαῖρε, θρηνωδίας τῆς Εὔας ἐκλύτρωσις.
Χαῖρε, ὕψος ἀνεπίβατον, λογισμοῖς οὐ ταπεινοῖς·
χαῖρε, βάθος ακατάληπτον, εὐσεβέσι καὶ πιστοῖς.
Χαῖρε, ὅτι Σὺ θρόνος τοῦ παντάνακτος πέλεις·
χαῖρε, ὅτι ἀγκάλαις τὸν τὰ σύμπαντα φέρεις.
Χαῖρε, γαστήρ, Σωτῆρα κυήσασα·
χαῖρε, αὐγή, ἡ Ἥλιον τέξασα.
Χαῖρε, δι’ ἧς μάνδρα ἧδε φρουρεῖται·
χαῖρε, δι’ ἧς Σὸς Υἱὸς προσκυνεῖται.

Χαῖρε, Δαμανδριώτισσα.

Βλέποντες Σὴν Εἰκόνα, τὸν Χριστὸν ἐν ἀγκάλαις,βαστάζοντα ἁγνὴ Θεοτόκε, ἀνυμνοῦμεν Σὲ θείαις ᾠδαῖς,καὶ κατασπαζόμεθα αὐτὴν ἅπαντες, τὸ χαῖρε σὺν τοῖςἈγγέλοις, τὸ ἀδόμενον ἐκβοῶντες·

Ἀλληλούϊα.

Γῆθεν ᾄσματα ἄνω, ἀναπέμπομεν Μῆτερ, κοιμήσει Σουἐνδόξῳ ὑμνοῦντες· ἐν Μονῇ σεπτῇ ποθητῶς, Δαμανδρίουπίστει σπεύδομεν, ᾄδοντες ψαλμοὺς ᾠδὰς ἐγκώμιαμελίσματα, βοῶντες οὕτως·

Χαῖρε, Θεοῦ Βασιλέως πύλη·
χαῖρε, πιστῶν σωφροσύνης στήλη.
Χαῖρε, θαυματόβρυτε Κόρη πανάμωμε·
χαῖρε, χαριτόβρυτε Μῆτερ ἀπείρανδρε.
Χαῖρε, κλίμαξ προφητόφθεγγος, δι’ ἧς κατέβη ὁ Χριστός·
χαῖρε, γέφυρα ἀνάγουσα, τοὺς πιστοὺς πρὸς οὐρανόν.
Χαῖρε, τῶν Ἀσωμάτων ὁ ἀσίγητος ὕμνος·
χαῖρε, τοῦ Δαμανδρίου εὐωδέστατος κρίνος.
Χαῖρε, Υἱὸν ἀσπόρως ἡ τέξασα·
χαῖρε, ἡμᾶς τὰ θεῖα διδάξασα.
Χαῖρε, σατᾶν καθελοῦσα τὸ κράτος·
χαῖρε, πιστοῖς χορηγοῦσα τὸ νῖκος.

Χαῖρε, Δαμανδριώτισσα.

Δύναμις θαυμασίων, τῇ Εἰκόνι ἐδόθη, ὡς ἔφερεΛουκᾶς πρὸς Σὲ ταύτην· καὶ ἡ ἔνθρονος Μήτηρ πιστοῖς,χορηγεῖ τὴν ἴασιν ταχὺ παύουσα νοσήματα, καὶ πάθηψυχοφθόρα, τοῖς ὑμνοῦσι πόθῳ·

Ἀλληλούϊα.

Ἔσωσεν ἡ ἁγία, Θεοτόκε Εἰκών Σου, πολλάκις νῆσονΛέσβον κινδύνων· ἐν γὰρ χρόνοις ὀδύνων, χαλεπῶνκαιρῶν, δεινῶν αἱρετικῶν ἔσπευδε, βαρβάρουςἀποκρούουσα· διὸ ἀεὶ Σὲ εὐφημοῦμεν·

Χαῖρε, Χριστοῦ τῆς ἀμπέλου κλῆμα·
χαῖρε, Μονῆς σεβασμίας κτῆμα.
Χαῖρε, μοναστῶν τὸ σεμνὸν ἐγκαλλώπισμα·
χαῖρε, εὐσεβῶν τὸ θεόθεν ὑπόδειγμα.
Χαῖρε, ἄρουρα ἀνήροτος, γεωργοῦσα τὴν τρυφήν·
χαῖρε, ῥόδον τὸ ἀμάραντον, τὸ κοσμοῦν τὴν Σὴν μορφήν.
Χαῖρε, ὅτι τὰ πλήθη θαυμασίων αὐγάζεις·
χαῖρε, ὅτι ἀνέμους τρικυμίας κοπάζεις.
Χαῖρε, σεπτὸν κειμήλιον Ἄνασσα·
χαῖρε, χαρᾶς ἡδύτατον ἄκουσμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς σωτηρία·
χαῖρε, βροτῶν πρὸς Θεὸν παῤῥησία.

Χαῖρε, Δαμανδριώτισσα.

Ζόφον τῆς διανοίας, τῶν πιστῶν ὥσπερ κῦμα,κατέπαυσεν ἁγνὴ Θεοτόκε, ὅτ’ ἡμῖν ἡ σεπτή Σου Εἰκών,ἐπεφανέρωτο ἀδήλως πῶς, τρέχομεν δὲ νῦν, Μονῇἀσπάσασθαι, Σὴν ἄχραντον μορφὴν βοῶντες·

Ἀλληλούϊα.

Ἤκουσε πᾶσα πόλις, καὶ χωρίον τῆς νήσου, ΕἰκόνοςΣῆς ἀνέρευσιν Κόρη· καὶ δραμόντες ἐν χαρᾷ ἦλθον,πανοικεὶ ἅπαντες, Δαμανδρίου γαίᾳ, ἵνα Σὸν τύπονἴδωσιν ὀμμάτοις των, πιστῶς τ’ ὑμνοῦντες·

Χαῖρε, ἀμνὰς λογικὴ Παρθένε·
χαῖρε, Χριστοῦ Ἀρχιποίμενος Μῆτερ.
Χαῖρε, ψυχοφθόρων παθῶν τὸ σβεστήριον·
χαῖρε, γεννητόρων ἡμῶν τὸ προπύργιον.
Χαῖρε, ὅτι γῆ καὶ Ἄγγελοι, συναγάλλονται φαιδρῶς·
χαῖρε, ὅτι κατατέρπεται, Σοὶ Δαμάνδριον πιστῶς.
Χαῖρε, τῶν Ἀρχαγγέλων θεϊκὴ ὑμνωδία·
χαῖρε, τῶν Ὀρθοδόξων ἱλαρὰ θυμηδία.
Χαῖρε, στεῤῥὸν θεμέλιον πίστεως·
χαῖρε, λαμπρὸν πειστήριον χάριτος.
Χαῖρε, δι’ ἧς ὁ σατᾶν ἠπατήθη·
χαῖρε, δι’ ἧς πᾶς ἐχθρὸς ἐνικήθη.

Χαῖρε, Δαμανδριώτισσα.

Θεοδρόμος ἀστὴρ μέν, καθοδήγησε Μάγους, σπηλαίῳπροσκυνῆσαι Σὸν τόκον· ὕμνον ὧδ’ Ἀσωμάτων τερπνός,μεθ’ ἡμῶν ᾄδει τῇ σεπτῇ κοιμήσει Σου, ὦ ἔνθρονεθεοχαρίτωτε Παρθένε, καὶ βοᾶ Σοι·

Ἀλληλούϊα.

Ἵνα πλήσῃ ἀλήκτου, χαρμονῆς Ὀρθοδόξους, ἐνχρόνοις αἱρεσιομαχίας, ἡ σεπτή Σου Παρθένε Εἰκών,θαυμαστῶς ᾑρετήσατο γῆν, χωρίου Δαμανδρίου οἰκῆσαι,καὶ βοῆσαί Σοι Μονὴ ἀρχαία·

Χαῖρε, ἡ Μήτηρ Ἡλίου δόξης·
χαῖρε, νυκτὸς παμφαὴς σελήνη.
Χαῖρε, μοναζόντων στεῤῥὸν καταφύγιον·
χαῖρε, τοῦ σεμνείου Σου θεῖον κειμήλιον.
Χαῖρε, εὔοσμον θυμίαμα, ἱκεσίας μητρικῆς·
χαῖρε, ἡ εὐπαῤῥησίαστον, φίλτρον ἔχουσα στοργῆς.
Χαῖρε, ἡ τῶν ἀγόνων παύουσα ἀπαιδίαν·
χαῖρε, ἡ χορηγοῦσα γυναιξὶν εὐτεκνίαν.
Χαῖρε, θεοὺς τοὺς δώδεκα θραύσασα·
χαῖρε, σεπτὴν Τριάδα λατρεύουσα.
Χαῖρε, πιστῶν ἀσφαλὴς ὁδοδείκτης·
χαῖρε, ἡμῶν πρὸς Υἱόν της μεσίτις.

Χαῖρε, Δαμανδριώτισσα.

Κήρυκες Σῶν σημείων, οἱ λαοὶ γεγονότες, δοξάζουσιμορφήν Σου Παρθένε· ἀῤῥωστήματα παύει ταχύ, καὶἰᾶται πάντας τοῖς πιστῶς τρέχουσιν· ἀεὶ δὲ δαψιλῆπηγάζει χάριν, τοῖς ἀπαύστως ψάλλειν·

Ἀλληλούϊα.

Λάμπουσιν Ἁγιάσσου, καὶ Μονῆς Δαμανδρίου, τὰςχάριτας εἰκόνες Σου Μῆτερ· ὁ γὰρ Λέσβου λαός, μετὰχαρᾶς μέλπει Σου τὴν κοίμησιν, καὶ μετάστασιν, ὡςΣιλωὰμ τοῖς ῥείθροις πληρούμενος, ἐν πίστει κράζων·

Χαῖρε, ἀνόρθωσις παραλύτων·
χαῖρε, ἐκλύτρωσις αἰχμαλώτων.
Χαῖρε, τὰ φρυάγματα ὄχλου σκορπίσασα·
χαῖρε, τὴν ὀφρὺν κακοδόξων πατήσασα.
Χαῖρε, θάλασσα ποντίζουσα, τῶν παθῶν ἐπιδρομάς·
χαῖρε, πέτρα ἀνακόπτουσα, τῶν δαιμόνων τὰς ὁρμάς.
Χαῖρε, ἄσβεστη στήλη, φωτοφόρου Εἰκόνος·
χαῖρε, σκέπη Μονῆς Σου, ὁλοφώτου νεφέλης.
Χαῖρε, τροφὴ πεινώντων ἀείζωος·
χαῖρε, πηγὴ διψώντων ζωήῤῥυτος.
Χαῖρε, ὦ μορφὴ εὐλογημένη·
χαῖρε, κιβωτὲ Σὺ ἡγιασμένη.

Χαῖρε, Δαμανδριώτισσα.

Μέλλουσα ἐξικνεῖσθαι, φανερῶς δ’ ἀφικνεῖσθαι, εἰςτόνδε τόπον τοῦ Δαμανδρίου, Θεομῆτορ ὡράθης φωτί,Ἀσωμάτων ὕμνοις μεγαλυνόντων Σε· νῦν οὖν ἡμεῖς,ὑμνοῦμέν Σου τὸ ὄνομα τὸ θεῖον ᾄδειν·

Ἀλληλούϊα.

Νέοι σπεύδουσιν ὧδε, ἀπειρόγαμε Νύμφη, θεόφρονες δὲ παρθέναι σπουδαίως, σὺν πρεσβύταις βαθμίδαςΜονῆς, ἀναβαίνουσιν Εἰκόνα ἀσπάσασθαι· ἄμετρα γὰρβρύει θαύματα, τοῖς ᾄσμασι τιμῶσι ταύτην·

Χαῖρε, ἡ ναῦς τῆς Χριστοῦ Ἐκκλησίας·
χαῖρε, ἡ τρίβος πιστῶν σωτηρίας.
Χαῖρε, αἰωνίου ζωῆς τὸ ἀπάνθισμα·
χαῖρε, Βασιλείας Θεοῦ τὸ θησαύρισμα.
Χαῖρε, κλῆμα βότρυν φέρον, τὸν γλυκύτατον Χριστόν·
χαῖρε, ὄρος ἀλατόμητον, εὔδενδρον σκέπον λαόν.
Χαῖρε, τῶν Ὀρθοδόξων ὁδηγὸς τῶν ἐν σκότει·
χαῖρε, τῶν μοναζόντων ἐκδιώκουσα νέφη.
Χαῖρε, Μητρὸς Υἱοῦ ἡ παράκλησις·
χαῖρε, δεινῶς παθόντων συγχώρησις.
Χαῖρε, λαοῦ κραταιὰ προστασία·
χαῖρε, θερμὴ πρὸς Θεὸν ἱκεσία.

Χαῖρε, Δαμανδριώτισσα.

Ξένον θαῦμα ἐκβλύζει, καθ’ ἑκάστην Εἰκών Σου,πιστοῖς θεοφιλέσιν ὦ Μῆτερ· κεκόσμηκέ Σε χάρισι γὰρΣὸς Υἱός, τεχθεὶς ἐπὶ γῆς ἐκ Σοῦ, ὡς ἁπλοῦς ἄνθρωπος,βουλόμενος ἑλκῦσαι, πρὸς τὴν θείαν δόξαν τοὺςβοῶντας·

Ἀλληλούϊα.

Ὅλη ἀστραπηβόλος Σὴ μορφὴ καθορᾶται, πιστοῖςΔαμανδριώτισσα Μῆτερ· ὑμνουμένη μὲν ἀγγελικῶς, ὑπὸγηγενῶν δὲ θεοπρεπῶς τετίμηται· διὸ ἰάματα πλουσίωςχορηγεῖ ἀεί, τοῖς πόθῳ ἐκβοῶσι·

Χαῖρε, κρατὴρ οὐρανίου μύρου·
χαῖρε, ἁγνῶν νεανίδων ἄνθος.
Χαῖρε, ἀσθενούντων ταχεία ἀνάῤῥωσις·
χαῖρε, θλιβομένων ψυχῆς ἀγαλλίασις.
Χαῖρε, ὄχημα μετάρσιον, ὑμνῳδίαις Χερουβείμ·
χαῖρε, ἅρμα αὐτοκίνητον, ταῖς ᾠδαῖς τῶν Σεραφείμ.
Χαῖρ,ε ἡ πρὸς Δεσπότην καὶ Υἱὸν μεταστᾶσα·
χαῖρε, ἡ οὐρανῶν νῦν τὰς σκηνὰς ἀναβᾶσα.
Χαῖρε, δι’ ἧς ἡνώθη ἡ ἄβυσσος·
χαῖρε, δι’ ἧς ἠνοίχθη Παράδεισος.

Χαῖρε, Δαμανδριώτισσα.

Πύλη πέφηνας πᾶσι, σωτηρίας Παρθένε, καὶ μάνδρᾳΣου τοὺς σπεύδοντας σώζεις· πολυτίμητον γὰρθησαυρόν, Σὴν Εἰκόνα νῆσος Λέσβου κέκτηται, πιστοὺςδεινῶν καὶ θλίψεων ἐκρύουσα, τοὺς ᾄδοντας Σοὶ οὕτως·

Ἀλληλούϊα.

Ῥώμην τοῖς ἀδυνάτοις, καὶ νοσοῦσι τὴν ῥῶσιν,παρέχει νοερῶς ἡ Εἰκών Σου· καταπλήττει τὴν φύσινθνητῶν, καὶ Ἀγγέλων Μῆτερ, τὰ ἐκ Σοῦ θαύματα, ἡμεῖςνῦν δ’ ἀσπαζόμενοι, πιστῶς ταύτην Σοὶ ἐκβοῶμεν·

Χαῖρε, τοῦ Πνεύματος μυροθήκη·
χαῖρε, ὦ κλίμαξ οὐρανομήκης.
Χαῖρε, Δαμανδρίου σεβάσμιον ἔρεισμα·
χαῖρε, ἱερέων τὸ θεῖον ἐντρύφημα.
Χαῖρε, ὅτι καταυγάζονται, ἐν Σοὶ πλῆθος ὑμνηταί·
χαῖρε, ὅτι συναυλίζονται, ἐν Μονῇ προσκυνηταί.
Χαῖρε, δόλους βελίαρ ὡς ἀράχνην σκορποῦσα·
χαῖρε, τῶν θεοφρόνων τὰς καρδίας πληροῦσα.
Χαῖρε, ψυχῆς τὰ πάθη ἀνάγουσα·
χαῖρε, αἰσχροὺς καλῶς μεταβάλλουσα.
Χαῖρε, ὁλκὰς τῶν πιστῶν σωτηρίας·
χαῖρε, παστὰς Θεοῦ Λόγου ἁγία.

Χαῖρε, Δαμανδριώτισσα.

Σπεῦσον τάχει λυτροῦσθαι, τοὺς πιστῶς Θεοτόκε, τὸγόνυ τῇ Σῇ κλίνουσι θέᾳ, δακρύων δ’ ἐκχέουσικρουνούς, ἐν Μονῇ Εἰκόνι Σου σεπτῇ προσπίπτοντεςἀσπάσασθαι, καὶ μέλεσι τερπνοῖς, Σοὶ ἐπαξίως ᾄδειν·

Ἀλληλούϊα.

Τεῖχος εἶ τῶν παρθένων, ἱερέων τε παίδων, καὶπάντων Ὀρθοδόξων Παρθένε· τῷ γὰρ θαυματοβρύτῳἐκτυπώματί Σου Μῆτερ, ποθητῶς βαίνομεν, αἰτήσειςὑπερβάλλοντες, καὶ τούτων τὴν ἐκπλήρωσιν προσμένειν,καὶ βοᾶν Σοι πίστει·

Χαῖρε, ἡ χώρα τοῦ ἀχωρήτου·
χαῖρε, τῆς νήσου Λέσβου προστάτις.
Χαῖρε, Σιλωὰμ κολυμβήθρα ἰάσεως·
χαῖρε, ὑψηλὸν δημιούργημα πλάσεως.
Χαῖρε, Σὺ γὰρ ἠλευθέρωσας, αἰχμαλωσίας λαόν·
χαῖρε, Σὺ γὰρ κατεκόσμησας, ἡγιασμένον ναόν.
Χαῖρε, ἡ ὑπὸ θρόνων ἐν ᾠδαῖς ὑμνουμένη·
χαῖρε, ἡ ὑπ’ Ἀγγέλων ὑπερδεδοξασμένη.
Χαῖρε, αὐλὸς καὶ λύρα τοῦ Πνεύματος·
χαῖρε, ψαλμῶν κινύρα θεόπνευστος.
Χαῖρε, Μονῆς μυριάριθμος ὄλβος·
χαῖρε, πιστῶν χριστοφόρων τὸ κλέος.

Χαῖρε, Δαμανδριώτισσα.

Ὕμνον μέλπει ἀσμένως, παντευλόγητε Κόρη, πᾶςμάνδρᾳ Σου πιστῶς ἀναβαίνων· ἀεννάως γὰρ ᾠδὰςστρατιαὶ ἀσωμάτων νόων, ἐν χαρᾷ ᾄδουσιν, ἡμεῖς δὲπάντες ᾄσματα, προσφέρομεν συμφώνως ἐκβοώντες·

Ἀλληλούϊα.

Φωτοπάροχον αἴγλην, ταῖς ψυχαῖς νῦν φωτίζει, ἡ θείαΣου Εἰκὼν Θεομῆτορ· τὸ γὰρ ἄδυτον ἔνθεον φῶς,δαδουχεῖ τοῖς πίστει πρὸς αὐτὴν κλίνουσιν, αὐχένας τεκαὶ γόνατα, ἐν κατανύξει Σοὶ κραυγάζοντας καὶ πόθῳ·

Χαῖρε, ἀστὴρ Τρισηλίου δόξης·
χαῖρε, ἀκτὶς νοητοῦ Ἡλίου.
Χαῖρε, ἀστραπὴ διανοίας ἐκλάμπουσα·
χαῖρε, ταῖς ψυχαῖς θείαν δόξαν αὐγάζουσα.
Χαῖρε, ὅτι ἀπεκύησας, Ζωοδότην Λυτρωτήν·
χαῖρε, ὅτι ἐγαλούχησας, δικαιότατον Κριτήν.
Χαῖρε, τῶν Ἀρχαγγέλων ὑπερένδοξος ὕμνος·
χαῖρε, τοῦ παγκακίστου ἀκατάπαυστος θρῆνος.
Χαῖρε, Μονῆς κειμήλιον ἔνθεον·
χαῖρε, πιστῶν θεμέλιον ἄσειστον.
Χαῖρε, πτηνῶν ἡ τερπνὴ μελῳδία·
χαῖρε, σπορᾶς ἡ καλὴ θημωνία.

Χαῖρε, Δαμανδριώτισσα.

Χάριν δέδωκε πᾶσαν, Σὸς Υἱὸς Θεοτόκε, τῇ θείᾳ ΣουΕἰκόνι τιμήσας· μεγαλύνομεν δὲ νῦν κἀμεῖς, Σὲ τὴν τὸνΘεὸν Λόγον γαλουχήσασαν, ἐν ὕμνοις ἀειπάρθενεἐπιταφίοις ὡς οὖσα πρέσβις ἡ ἀκοίμητος, καὶ Ὀρθοδόξων φύλαξ·

Ἀλληλούϊα.

Ψάλλοντες θεία μέλη, ἀνυμνοῦμεν ἀξίως, Σὴνἔνθρονον Εἰκόνα Παρθένε· τῇ Σῇ Μονῇ δραμόντες ταχύ,ἀσπαζόμεθα ταύτην πιστῶς ἅπαντες, αἰτούμενοι τὰ κρείττονα, εἰρήνην ἄμφω ὑγείαν, ἐκβοῶντες πόθῳ·

Χαῖρε, τροφὴ τῶν πεινώντων πίστει·
χαῖρε, τρυφὴ τῶν Ἁγίων Πάντων.
Χαῖρε, Χερουβεὶμ τὸ χρυσήλατον ὄχημα·
χαῖρε, Σεραφεὶμ θεοκόσμητον σκήνωμα.
Χαῖρε, λύρα παναρμόνιος, μελῳδίας μουσικῆς·
χαῖρε, νέκταρ τὸ ἡδύτατον, εὐωχίας μυστικῆς.
Χαῖρε, μόνη γυναίων ἀειπάρθενος στήλη·
χαῖρε, τῆς Ἐκκλησίας θεογράφητος σμίλη.
Χαῖρε, δι’ ἧς ἡττῶνται ἀντίπαλοι·
χαῖρε, δι’ ἧς διώκονται δαίμονες.
Χαῖρε, Μονῆς σταθηρὰ παρουσία·
χαῖρε, ἡμῶν διαρκὴς ἱκεσία.

Χαῖρε, Δαμανδριώτισσα.

Ὦ Εἰκὼν σεβασμία, παρθενόφυτον ἄνθος, Μονῆς τοῦΔαμανδρίου ἡ δόξα (γ΄)· ἐκ κινδύνων τοὺς Σοὺςὑμνητάς, καὶ Σὲ πίστει κατασπαζομένους ῥῦσαι νῦν, καὶσυμφορῶν ἀπάλλαξον, σωθήσεσθαι ἡμᾶς βοῶντας·

Ἀλληλούϊα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου