Κύριε Ιησού Χριστέ, ελέησόν με ...

Κυριακή, 5 Αυγούστου 2018

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΦΑΝΕΡΩΜΕΝΗΣ (τοῦ ὁμωνύμου Ἱεροῦ Ναοῦ Νέας Ἡρακλείτσης Καβάλας)

Πάντες προσφοιτῶμεν εἰλικρινῶς, τῶ σεπτῶ τεμένει Γεωργίου καί ἐν σπουδῆ, σπεύδομεν κυκλοῦντες τήν θείαν Σου Εἰκόνα ἐν Ἡρακλείτσῃ, ἵνα ἐλέους τύχωμεν.
Ὅλην τήν κακόνοιαν τοῦ ἐχθροῦ στρέψον, Θεοτόκε, ἐναντίων δαιμονικῶν πράξεων λυτροῦσα τόν Σέ παρακαλοῦντα, ἐξ ὅλης τῆς καρδίας, ψυχῆ καί πνεύματι.

Ῥεύματα ὑδάτων φθοροποιῶν καί μεμολυσμένων ἀποκάθαρον συμφοράς, ἵνα μετατρέψῃς ταχύ εἰς εὐλογίαν, ὑπέρ ἡμαρτηκότος λαοῦ Σου, Πάναγνε.

Φεύγει πᾶσα πλάνη δαιμονική, τῆ Σῆ ἐπικλήσει, οὐ γάρ δύναται ὁ ἐχθρός ἀκούειν, Παρθένε, τήν Σήν ἁγίαν κλῆσιν, Ἥν ἀνυμνοῦσι κύκλῳ Ἀγγέλων τάγματα.

Ὕμνους Σοι, Παρθένε, ἀναφωνεῖ κλῆρος καί λαός Σου, συνελθόντες εἰλικρινῶς, ἐν τῶδε τεμένει Μάρτυρος Γεωργίου, ἐν Νέᾳ Ἡρακλείτσῃ καί Σέ γεραίρομεν.

Ῥῶσιν καχεξίας ἀποσοβεῖ, ἡ θεῖα Σου κλῆσις καί πᾶν νόσημα ἀτονεῖ, τῆ θείᾳ Σου Εἰκόνι προσκλαιόντων, Κόρη, καί Σέ παρακαλοῦντων τέκνων Σου, Ἄσπιλε
Ἡ Εἰκών τῆς Παναγίας Φανερωμένης, ἄλλως Παναγία τῆς Κρύπτης, μετεφέρθη ὑπό προσφύγων ἀπό τήν Παλαίαν Ἡρακλείτσαν τῆς Ἀνατολικῆς Θράκης εἰς τήν Νέαν ἐν Καβάλᾳ καί φυλάσσεται εἰς τόν ὁμώνυμον Ἱερόν Ναόν Νέας Ἡρακλείτσης Καβάλας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Πορφυρίου Σιμωνοπετρίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2002).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου