Κύριε Ιησού Χριστέ, ελέησόν με ...

Τετάρτη, 8 Αυγούστου 2018

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΚΥΡΙΑΣ ΤΩΝ ΞΕΝΩΝ (τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς Τήνου)

Χάριν ἀναβλύζει σεπτή Εἰκών, τῆς Κυρίας τῶν Ξένων καί πηγάζει τοῖς εὐλαβῶς, κατασπαζομένοις θαυμάτων θεῖα ῥεῖθρα καί ῥῶσιν ἀσθενοῦσιν, ὡς χάριν ἔχουσα.
Πάντες εὐφημήσωμεν εὐλαβῶς, Μονῆς Κυρᾶς Ξένης τήν προστάτιδα καί φρουρόν, τήν προσκυνουμένην ἐν τῆ σεπτῆ Εἰκόνι, ὡς τέξασαν ἐν κόσμῳ Χριστόν τόν Κύριον.

Δεῦτε προσκυνήσωμεν οἱ πιστοί, Εἰκόνα Κυρίας, θαυματόβρυτον καί σεπτήν, τήν φυλασσομένην ἐν τῆ Μονῆ τῆς Τήνου καί πᾶσι χορηγοῦσαν χάριν ἰάσεων.

Εἰρήνην παράσχου πᾶσιν ἡμῖν καί γαλήνην, Κόρη, ἀναφαίρετον τοῦ Χριστοῦ, τοῖς πόθῳ τιμῶσι καί πίστει προσκυνοῦσιν, Εἰκόνα Σου τήν θείαν καί θαυματόβρυτον.

Φύλαττε καί σκέπε τήν Σήν Μονήν, τήν πιστῶς τιμῶσαν Σήν Εἰκόνα τήν θαυμαστήν, ὦ ξένων Κυρία, πιστῶν πάντων προστάτις, καί δώρησαι εἰρήνην τῶ κόσμῳ ἅπαντι.

Οἱ ἐν ἀσθενείαις καί πειρασμοῖς, θλίψεσι καί πόνοις, τῆς θαλάσσης δέ συμφοραῖς πυρούμενοι, Μῆτερ, αἰτούμεθα λιταῖς Σου πρός Σόν Υἱόν καί Κτίστην σωθῆναι, Δέσποινα.
Ἡ Εἰκών τῆς Παναγίας Κυρίας τῶν Ξένων φυλάσσεται εἰς τήν Μονήν «τῆς Κυρᾶς Ξένης» Τήνου. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Ἀρχιμανδρίτου Νικοδήμου Ἀεράκη, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (2005).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου