Τῶ καιρῷ ἐκείνῳ, νεανίσκος τις προσῆλθε τῷ ᾿Ιησοῦ, γονυπετῶν αὐτόν, καὶ λέγων· Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; ῾Ο δὲ εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.
Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς. Λέγει αὐτῷ· Ποίας; ῾Ο δὲ ᾿Ιησοῦς εἶπε· Τὸ «οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴν μητέρα», καὶ «ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν». Λέγει αὐτῷ ὁ νεανίσκος·
Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; ῎Εφη αὐτῷ ὁ ᾿Ιησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. ᾿Ακούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. ῾Ο δὲ ᾿Ιησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· ᾿Αμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. ᾿Ακούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; ᾿Εμβλέψας δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.

Απόδοση στη νεοελληνική
Εκεῖνο τὸν καιρό, πλησίασε τὸν ᾿Ιησοῦ κάποιος νεαρός, γονάτισε μπροστά του καὶ τοῦ εἶπε· ᾿Αγαθὲ Διδάσκαλε, τί καλὸ νὰ κάνω γιὰ ν᾿ ἀποκτήσω αἰώνια ζωή; ῾Ο ᾿Ιησοῦς τοῦ εἶπε· Γιατί μὲ ὀνομάζεις ἀγαθό; Κανένας δὲν εἶναι ἀγαθός, παρὰ μόνο ἕνας, ὁ Θεός. ῍Αν θέλεις πάντως νὰ μπεῖς στὴ ζωή, τήρησε τὶς ἐντολές. Ποιές; τοῦ λέει. Κι ὁ ᾿Ιησοῦς εἶπε· Τὸ μὴ σκοτώσεις, μὴ μοιχεύσεις, μὴν κλέψεις, μὴν ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα καὶ τὴ μητέρα σου καὶ ἀγάπα τὸν πλησίον σου ὅπως τὸν ἑαυτό σου. ῞Ολα αὐτὰ τὰ τηρῶ ἀπὸ πολὺ μικρός, τοῦ λέει ὁ νεαρός. Σὲ τί ἀκόμα ὑστερῶ; ῾Ο ᾿Ιησοῦς τοῦ ἀπάντησε· ῍Αν θέλεις νὰ γίνεις τέλειος, πήγαινε πούλησε τὰ ὑπάρχοντά σου καὶ δῶσε τὰ χρήματα στοὺς φτωχούς, καὶ θὰ ἔχεις θησαυρὸ κοντὰ στὸν Θεό· κι ἔλα νὰ μὲ ἀκολουθήσεις. Μόλις ἄκουσε τὴν ἀπάντηση ὁ νεαρός, ἔφυγε λυπημένος, γιατὶ εἶχε μεγάλη περιουσία. Τότε ὁ ᾿Ιησοῦς εἶπε στοὺς μαθητές του· Σᾶς βεβαιώνω πὼς δύσκολα θὰ μπεῖ πλούσιος στὴ βασιλεία τοῦ Θεοῦ. Καὶ σᾶς τὸ ἐπαναλαμβάνω· Εἶναι εὐκολότερο νὰ περάσει καμήλα ἀπὸ βελονότρυπα, παρὰ νὰ μπεῖ πλούσιος στὴ βασιλεία τοῦ Θεοῦ. ῞Οταν τ᾿ ἄκουσαν οἱ μαθητές του, ἔνιωσαν μεγάλη κατάπληξη κι ἔλεγαν· Τότε ποιὸς μπορεῖ νὰ σωθεῖ; ῾Ο ᾿Ιησοῦς τοὺς κοίταξε καὶ εἶπε· Αὐτὸ εἶναι ἀδύνατο γιὰ τοὺς ἀνθρώπους· γιὰ τὸν Θεὸ ὅμως ὅλα εἶναι δυνατά.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου