Κύριε Ιησού Χριστέ, ελέησόν με ...

Τετάρτη, 11 Ιουλίου 2018

«Χαῖρε, λειμὼν διδαγμάτων θεῖος· χαῖρε, ψυχῶν κλονουμένων τεῖχος. Χαῖρε, Πάτερ Νικόδημε»

Όσιος Νικόδημος
ο Βατοπεδινός
Ὁ Οἶκος
Ἄριστος ὑφηγήτωρ, εὐσεβείας ἐπώφθης, Νικόδημε Ὁσίων φαιδρότης, νικηφόρους ἀγῶνας γὰρ σύ, διεξάγων κατὰ τοῦ δεινοῦ ὄφεως, τὸν νοῦν κακῶν ἐκάθηρας, διό σοι ἐκβοῶμεν ταῦτα·

Χαῖρε, λειμὼν διδαγμάτων θεῖος·
χαῖρε, ψυχῶν κλονουμένων τεῖχος.
Χαῖρε, φοιτητῶν σου κανὼν ἀπλανέστατος·
χαῖρε, ἀρετῶν ῥοδεών εὐωδέστατος.
Χαῖρε, στόμα θεοκίνητον, κατευφραῖνον μοναστάς·
χαῖρε, ὄμμα γαληνότατον, τὸ οἰκτίρον ἀσκητάς.
Χαῖρε, ὅτι ἐκλάμπεις φωτισμοῦ θείου χάριν·
χαῖρε, ὅτι εκλύεις τοῦ δολίου τὴν μῆνιν.
Χαῖρε, ὑλκὰς ἠθῶν τῆς σεμνότητος·
χαῖρε, λαμπὰς ἀῤῥήτου φαιδρότητος.
Χαῖρε, φωτὸς τοῦ ἀκτίστου ὁ μύστης·
χαῖρε, παντὸς εὐσεβοῦς ὁ προστάτης.
Χαῖρε, Πάτερ Νικόδημε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου