Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Κυριακή 8 Ιουλίου 2018

Δέησις καταπαύσεως εμπρησμών των δασών

Ἀπολυτίκιον εἰς κατάπαυσιν ἐμπρησμῶν. 

Ἦχος πλ.α’. Τὸν Συνάναρχον Λόγον 

(υπό Χαραλ. Μπούσια)

Βρέμων πῦρ ἀναλίσκον καθάπερ φρύγανα ἡμῶν πατρίδος τὰ δάση σύ πανσθενῇ δεξιᾷσβέσον, Σῶτερ πολυέλεε Φιλάνθρωπε, θείας Μητρός σου προσευχαῖςὑπό βάτου ἐν Σινᾷ ἀφλέκτως τῆς καιομένης, προτυπουμένης, καὶ αὔραιςἁγιασμοῦ σου πάντας δρόσισον.

Εὐχή εἰς Ἐμπρησμούς Δασῶν

Δέσποτα Πολυέλεε καὶΦιλάνθρωπε, ὁ Φῶς οἰκῶνἀπρόσιτον, ὁ Μεγαλουργός καὶ Παντοκράτωρ, ὁ Ὑπεράγιος ὡς πῦρ καταναλίσκον καὶ ἅμα Ἐλεήμων, ὁ Ἰσχυρός, ὁ Ζῶν, ὁ πᾶσαν διακρατῶν καὶδιακυβερνῶν τὴν Οἰκουμένην, ἔπιδε, Σοῦ δεόμεθα, ἱλέῳ ὄμματι ἐπί τὸ Ἔθνος τοῦτο, τὸ ἠρημωμένον ἐκ τῶν ἐμπρησμῶν καὶ κατάπαυσον τὴν θεομηνίαν ταύτην, ἥν αἱ ἁμαρτίαι ἡμῶν προεκάλεσαν.
Ἴδε τὴν ταλαιπωρίαν καὶ τὸν ἐναγώνιον ὀδυρμόν τῶν δούλων σου. Ἐπίβλεψον οἰκτιρμόνως ἐπί τοὺς κεκαυμένους καὶ εἰς ἔρημον δεινῶς μεταστραφέντας χλοερούς τὸ πρότερον τόπους. Πρόσχες ἐπί τὰ πετεινά ταῦτα τοῦ οὐρανοῦ καὶἐπί τὰ ζωα τοῦ δρυμοῦ, τὰ καλά λίαν ἔργα τῶν χειρῶν Σου.
Ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται, ὁ διακόπτων τῇ φωνῇ Σου φλόγα πυρός, ὁ ἀνοίγων τὴν χεῖρα Σου καὶ ἐμπιπλῶν τοῖς σύμπασι χρηστότητα καὶεὐδοκίαν, ὁ διδούς τροφήν πάσῃ σαρκί, τοῖς θηρίοις τῶν ὀρέων, ταῖς ἐλάφοις τῶν κοιλάδων, τοῖς λαγῳοῖς τῶν πετρῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων καὶ περί πᾶσαν μεριμνῶν καὶ προνοῶν καὶ ζωογονῶν τὴν Οἰκουμένην.
Ἐξαπόστειλον τὸν Λόγον Σου, Δέσποτα, καὶ στῆσον τὴν μάστιγα. Πνεύσει τὸΠνεῦμά Σου καὶ ῥυήσονται ὕδατα. Ὡς ὄμβρος εἰρηνικός ἐπ’ἄγρωστιν καὶ ὡσεί νιφετός, οἷα σποδός πάσσοντος, ἐπί χόρτον, οὕτω καταβήτω εφ’ἡμᾶς καὶ τὴν πλᾶσιν ἅπασαν τὸ ἔλεός Σου. Καὶ βλαστησάτω τοίνυν ἡ γῆ βοτάνην χόρτου ὡς τάχιστα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Καὶ ἐξανθήσει καὶ ὑλοχαρήσει τῇσῇ Χάριτι καὶ εὐμενείᾳ τὰ ἔρημα τοῦ Ἰορδάνου καὶ ἀγαλλίασιν οἱ βουνοί αὖθις περιζώσονται. Καὶ ἀναβήσεται μυρσίνη καὶ κυπάρισσος, ἄρκευθοι ἀειθαλλεῖς καὶ κέδρα τοῦ Λιβάνου.
Ότι Σὺ ὑπάρχεις προσκυνητός καὶ ὑπεράγαθος, ἐλπίς καὶ εὐεργέτης τῆς ζωῆςἡμῶν, καὶ Σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καὶ τῷ Υἱῷ καὶ τῷ ἉγίῳΠνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. 
Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου