Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Σάββατο 2 Ιουνίου 2018

Ἅγιος Ἰωάννης Χρυσόστομος - Ἐγκώμιον εἰς τοὺς Ἁγίους Πάντας

α. Ἐξ οὗ τὴν ἱερὰν πανήγυριν τῆς Πεντηκοστῆς ἐπετελέσαμεν͵ οὔπω παρῆλθεν ἡμερῶν ἑπτὰ ἀριθμὸς͵ καὶ πάλιν κατέλαβεν ἡμᾶς μαρτύρων χορὸς͵ μᾶλλον δὲ μαρτύρων παρεμβολὴ καὶ παράταξις͵ τῆς παρεμβολῆς τῶν ἀγγέλων͵ ἣν ὁ πατριάρχης εἶδεν Ἰακὼβ͵ κατ΄ οὐδὲν 
οὖσα χείρων͵ ἀλλ΄ ἐφάμιλλος αὐτῆς καὶ ἴση. Μάρτυρες γὰρ καὶ ἄγγελοι τοῖς ὀνόμασι διεστήκασι μόνον͵ τοῖς δὲ ἔργοις συνάπτονται· τὸν οὐρανὸν οἰκοῦσιν ἄγγελοι͵ ἀλλὰ καὶ οἱ μάρτυρες· ἀγήρατοι καὶ ἀθάνατοί εἰσιν ἐκεῖνοι͵ τοῦτο καὶ οἱ μάρτυρες ἕξουσιν. Ἀλλὰ καὶ ἀσώματον ἔλαχον ἐκεῖνοι φύσιν; Καὶ τί τοῦτο; οἱ γὰρ μάρτυρες εἰ καὶ σῶμα περίκεινται͵ ἀλλ΄ ἀθάνατον· μᾶλλον δὲ καὶ πρὸ τῆς ἀθανασίας ὁ τοῦ Χριστοῦ θάνατος τῆς ἀθανασίας μᾶλλον καλλωπίζει τὰ σώματα. Οὐχ οὕτως ἐστὶ λαμπρὸς ὁ οὐρανὸς τῷ χορῷ τῶν ἄστρων κοσμούμενος͵ ὡς τὰ σώματα τῶν μαρτύρων λαμπρῷ τῷ χορῷ τῶν τραυμάτων κοσμούμενα. Ὥστε ἐπειδὴ ἀπέθανον͵ διὰ τοῦτο μάλιστα πλεονεκτοῦσι͵ καὶ πρὸ τῆς ἀθανασίας ἔλαβον τὰ βραβεῖα͵ ἀπὸ τοῦ θανάτου στεφανωθέντες. 

Ἠλάττωσας αὐτὸν βραχύ τι παρ΄ ἀγγέλους͵ δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν͵ περὶ τῆς κοινῆς φύσεως τῶν ἀνθρώπων͵ φησὶν ὁ Δαυΐδ· ἀλλὰ καὶ τὸ βραχὺ τοῦτο παραγενόμενος ὁ Χριστὸς ἀπέδωκε͵ θανάτῳ θάνατον καταδικάσας. Ἐγὼ δὲ οὐκ ἐντεῦθεν διισχυρίζομαι͵ ἀλλ΄ ὅτι καὶ τὸ ἐλάττωμα τοῦτο τοῦ θανάτου πλεονέκτημα γέγονεν· εἰ γὰρ μὴ εἶεν θνητοὶ͵ οὐκ ἂν ἐγένοντο μάρτυρες· ὥστε εἰ μὴ θάνατος ἦν͵ οὐδὲ στέφανος ἦν· εἰ μὴ τελευτὴ ἦν͵ οὐκ ἦν μαρτύριον· εἰ μὴ θάνατος ἦν͵ οὐκ ἠδύνατο Παῦλος λέγειν͵ Καθ΄ ἡμέραν ἀποθνήσκω͵ νὴ τὴν ὑμετέραν καύχησιν͵ ἢν ἔχω ἐν Χριστῷ Ἰησοῦ· εἰ μὴ θάνατος καὶ φθορὰ ἦν͵ οὐκ ἠδύνατο λέγειν ὁ αὐτός· Χαίρω ἐν τοῖς πα θήμασί μου ὑπὲρ ὑμῶν͵ καὶ ἀναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Ὥστε μὴ ἀλγῶμεν͵ ὅτι ἐγενόμεθα θνητοὶ͵ ἀλλ΄ εὐχαριστῶμεν͵ ὅτι ἀπὸ τοῦ θανάτου ἠνεῴχθη ἡμῖν τὸ στάδιον τοῦ μαρτυρίου· ἀπὸ τῆς φθορᾶς ἐλάβομεν ὑπόθεσιν τῶν βραβείων· ἐντεῦθεν ἔχομεν ἀφορμὴν τῶν παλαισμάτων. 

Ὁρᾷς σοφίαν Θεοῦ͵ πῶς τὸ μέγιστον τῶν κακῶν͵ τὸ κεφάλαιον τῆς ἡμετέρας συμφορᾶς͵ ὅπερ εἰσήγαγεν ὁ διάβολος͵ τὸν θάνατον λέγω͵ τοῦτον εἰς τιμὴν καὶ δόξαν ἡμετέραν μετέβαλε͵ διὰ τοῦτο πρὸς τὰ τοῦ μαρτυρίου βραβεῖα τοὺς ἀθλητὰς ἄγων; Τί οὖν; εὐχαριστήσομεν τῷ διαβόλῳ διὰ τὸν θάνατον; Μὴ γένοιτο οὐ γὰρ τῆς ἐκείνου γνώμης τὸ κατόρθωμα͵ ἀλλὰ τῆς τοῦ Θεοῦ σοφίας τὸ χάρισμα· ἐκεῖνος εἰσήγαγεν ἵνα ἀπολέσῃ͵ καὶ πρὸς τὴν γῆν ἐπαναγαγὼν πᾶσαν ἐκκόψῃ σωτηρίας ἐλπίδα· ὁ Χριστὸς δὲ αὐτὸ λαβὼν μετέστρεψε͵ καὶ εἰς τὸν οὐρανὸν ἡμᾶς δι΄ αὐτοῦ πάλιν ἀνήγαγε. Μηδεὶς οὖν ἡμῶν καταγινωσκέτω͵ εἰ χορὸν καὶ παράταξιν ἐκάλεσα τῶν μαρτύρων τὸ πλήρωμα͵ δύο ἐναντία ὀνόματα ἑνὶ πράγματι τιθείς· χορὸς γὰρ καὶ παράταξις ἐναντία͵ ἀλλ΄ ἐνταῦθα συνῆλθον ἀμφότερα· καὶ γὰρ ὥσπερ χορεύοντες ἐπὶ τὰς βασάνους ᾔεσαν μεθ΄ ἡδονῆς͵ καὶ ὥσπερ πολεμοῦντες οὕτως ἀνδρείαν πᾶσαν καὶ καρτερίαν ἐπεδείξαντο͵ καὶ τῶν ἐναντίων ἐκράτησαν. Ἂν μὲν τῶν γινομένων τὴν φύσιν ἴδῃς͵ μάχη καὶ πόλεμος καὶ παράταξις τὰ γινόμενα· ἂν δὲ τὴν γνώμην τῶν γινομένων ἐξετάσῃς͵ χοροὶ καὶ θαλίαι καὶ πανηγύρεις καὶ μεγίστη ἡδονὴ τὰ τελούμενα. 

Βούλει μαθεῖν ὡς πολέμου ταῦτα φρικωδέστερα; τὰ τῶν μαρτύρων λέγω. Τί ποτέ ἐστιν ἐν τῷ πολέμῳ τὸ φρικτόν; Στρατόπεδα ἕστηκεν ἑκατέρωθεν περιπεφραγμένα͵ ἀπολάμποντα τοῖς ὅπλοις͵ καὶ τὴν γῆ καταυγάζοντα͵ νέφη βελῶν ἀφίεται πανταχόθεν ἀπο κρύπτοντα τὸν ἀέρα τῷ πλήθει͵ ῥύακες αἱμάτων ἐπὶ τῆς γῆς φέρονται͵ καὶ πολλὰ πανταχοῦ τὰ πτώματα καθάπερ ἐν ἀμητῷ ἀσταχύων͵ οὕτω τῶν στρατιωτῶν ἐπαλλήλων καταφερομένων. Φέρε οὖν ἀπ΄ ἐκείνων ἐπὶ ταύτην ἀγάγω σε τὴν μάχην. Καὶ ἐνταῦθα δύο παρατάξεις͵ ἡ μὲν τῶν μαρτύρων͵ ἡ δὲ τῶν τυράννων· ἀλλ΄ οἱ μὲν τύραννοί εἰσι καθωπλισμένοι͵ οἱ δὲ μάρτυρες γυμνῷ τῷ σώματι μάχονται͵ καὶ ἡ νίκη τῶν γυμνῶν͵ οὐ τῶν καθωπλισμένων γίνεται. Τίς οὐκ ἂν ἐκπλαγείη͵ ὅτι ὁ μαστιζόμενος περιγίνεται τοῦ μαστίζοντος͵ ὁ δε δεμένος τοῦ λελυμένου͵ ὁ κατακαιόμενος τοῦ καίοντος͵ ὁ ἀποθνήσκων τοῦ ἀναιροῦντος; 

Εἶδες πῶς ταῦτα ἐκείνων φρικωδέστερα; Ἐκεῖνα μὲν εἰ καὶ φοβερὰ͵ ἀλλὰ κατὰ φύσιν γίνεται· ταῦτα δὲ πᾶσαν ὑπερβαίνει φύσιν͵ καὶ πᾶσαν πραγμάτων ἀκολουθίαν͵ ἵνα μάθῃς ὅτι τῆς τοῦ Θεοῦ χάριτός ἐστι τὰ κατορθούμενα. Καίτοι τί τῆς μάχης ταύτης ἀδικώτερον; τί τῶν παλαισμάτων παρανομώτερον; Ἐν μὲν γὰρ τοῖς πολέμοις ἀμφότεροι φράττονται οἱ μαχόμενοι· ἐνταῦθα δὲ οὐχ οὕτως͵ ἀλλ΄ ὁ μὲν γυμνὸς͵ ὁ δὲ καθώπλισται· ἐν τοῖς ἀγῶσι πάλιν ἀμφοτέροις ἔξεστι τὰς χεῖρας ἀνταίρειν͵ ἐνταῦθα δὲ ὁ μὲν δέδεται͵ ὁ δὲ μετ΄ ἐξουσίας ἐπάγει τὰς πληγὰς͵ καὶ καθάπερ ἐκ τυραννίδος τινὸς ἑαυτοῖς μὲν τὸ κακῶς ποιεῖν ἀποκληρώσαντες οἱ δικάζοντες͵ τοῖς δικαίοις δὲ μάρτυσι τὸ πάσχειν κακῶς ἀπονείμαντες͵ οὕτω συμπλέκονται τοῖς ἁγίοις͵ καὶ οὐδὲ οὕτως αὐτῶν περιγίνονται͵ ἀλλὰ μετὰ τὴν ἀνώμαλον ταύτην μάχην ἡττηθέντες ἀναχωροῦσι· καὶ ταυτὸν γίνεται οἷον ἂν εἴ τις πολεμιστὴν ἄνθρωπον εἰς πόλεμον εἰσαγαγὼν͵ καὶ τοῦ δόρατος τὴν αἰχμὴν ἀποκόψας͵ καὶ τὸν θώρακα ἀποδύσας͵ οὕτω κελεύῃ γυμνῷ τῷ σώματι μάχεσθαι͵ ὁ δὲ πληττόμενος καὶ παιόμενος καὶ πάντοθεν μυρία δεχόμενος τραύματα τρόπαιον στήσειε. 

Καὶ γὰρ τοὺς μάρτυρας γυμνοὺς ἄγοντες͵ καὶ τὰς χεῖρας ὀπίσω δήσαντες καὶ πάντοθεν παίοντες καὶ καταξαίνοντες͵ οὕτως ἡττῶντο· οἱ δὲ τὰ τραύματα δεχόμενοι͵ τὸ κατὰ τοῦ διαβόλου τρόπαιον ἔστησαν. Καὶ καθάπερ ἀδάμας πληττόμενος αὐτὸς μὲν οὐκ ἐνδίδωσιν͵ οὐδὲ μαλάσσεται͵ τὸν δὲ παίοντα διαλύει σίδηρον· οὕτω δὴ καὶ αἱ ψυχαὶ τῶν ἁγίων͵ τοσούτων ἐπαγομένων βασάνων͵ αὐταὶ μὲν οὐδὲν ἔπασχον δεινὸν͵ τῶν δὲ παιόντων τὴν δύναμιν καταλύουσαι͵ αἰσχρῶς καὶ καταγελάστως ἡττηθέντας ἐκ τῶν ἀγώνων ἐξέπεμπον μετὰ πολλὰς καὶ ἀφορήτους πληγάς. Καὶ γὰρ προσέδησαν αὐτοὺς τῷ ξύλῳ͵ καὶ τὰς πλευρὰς διώρυττον͵ ἐμβαθύνοντες αὔλακας͵ καθάπερ γῆν ἀροτριῶντες͵ ἀλλ΄ οὐ σώματα σχίζοντες· καὶ ἦν ἰδεῖν λαγόνας ἀναπεπετασμένας͵ πλευρὰ ἀνεῳγότα͵ στήθη διεῤῥηγμένα͵ καὶ οὐδὲ ἐνταῦθα τῆς μανίας ἔστησαν οἱ αἱμοβόροι θῆρες ἐκεῖνοι͵ ἀλλὰ ἀπὸ τοῦ ξύλου καθελόντες ὑπὲρ τῶν ἀνθράκων ἐπὶ σιδηρᾶς κλίμακος ἔτεινον· καὶ ἦν ἰδεῖν πάλιν πικρότερα τῶν προτέρων θεάματα͵ διπλᾶς καταφερομένας σταγόνας ἐκ τῶν σωμάτων͵ τὰς μὲν τοῦ αἵματος ῥέοντος͵ τὰς δὲ τῶν σαρκῶν τηκομένων· οἱ δὲ ἅγιοι καθάπερ ἐπὶ ῥόδων κείμενοι τῶν ἀνθράκων͵ οὕτω μεθ΄ ἡδονῆς τὰ γινόμενα ἐθεώρουν. 

β. Σὺ δὲ ἀκούσας κλίμακα σιδηρᾶν͵ ἀναμνήσθητι κλίμακος νοητῆς͵ ἣν εἶδεν ὁ πατριάρχης Ἰακὼβ ἀπὸ γῆς εἰς οὐρανὸν τεταμένην· δι΄ ἐκείνης κατέβαινον ἄγγελοι͵ διὰ ταύτης δὲ ἀναβαίνουσι μάρτυρες· ἑκατέρᾳ δὲ ὁ Κύριος ἐπεστήρικτο. Οὐκ ἂν ἤνεγκαν τὰς ὀδύνας οἱ ἅγιοι οὗτοι͵ εἰ μὴ ταύτῃ ἐπηρείδοντο. Ἀλλὰ δι΄ ἐκείνης μὲν ἀναβαίνουσι καὶ καταβαίνουσιν ἄγγελοι͵ διὰ ταύτης δὲ ὅτι ἀναβαίνουσι καὶ μάρτυρες παντί που δῆλον. Τί δήποτε; Ὅτι ἐκεῖνοι μὲν πρὸς διακονίαν ἀποστέλλονται τῶν μελλόντων κληρονομεῖν σωτηρίαν͵ οὗτοι δὲ καθάπερ ἀθληταὶ καὶ στεφανῖται ἀπαλλαγέντες τῶν ἀγώνων ἀπῆλθον λοιπὸν πρὸς τὸν ἀγωνοθέτην. 

Ἀλλὰ γὰρ μὴ ἁπλῶς ἀκούωμεν τὰ λεγόμενα͵ ἀκούοντες͵ ὅτι ἄνθρακες ὑπέκειντο καταξανθεῖσι τοῖς σώμασιν͵ ἀλλ΄ ἐννοήσωμεν τίνες ἐσμὲν πυρετοῦ κατασκήψαντος· ἀβίωτον εἶναι νομίζομεν τὸν βίον͵ ἀλύομεν͵ δυσανασχετοῦμεν͵ καθάπερ παιδία μικρὰ δυσχεραίνομεν͵ τῆς γεέννης οὐδὲν ἔλαττον νομίζοντες ἐκεῖνο τὸ πῦρ· οὗτοι δὲ οὐ πυρετοῦ ἐπικειμένου͵ ἀλλὰ φλογὸς πάντοθεν αὐτοὺς πολιορκούσης͵ καὶ τῶν σπινθήρων τοῖς ἕλκεσιν ἐπιπηδώντων͵ καὶ θηρίου παντὸς δριμύτερον δακνόντων τὰ τραύματα͵ καθάπερ ἀδαμάντινοί τινες͵ καὶ ἐν ἀλλοτρίοις ὁρῶντες ταῦτα γινόμενα σώμασιν͵ οὕτω γενναίως καὶ μετὰ τῆς προσηκούσης αὐτοῖς ἀνδρείας ἐπὶ τῶν τῆς ὁμολογίας εἱστήκεισαν ῥημάτων͵ ἀπερίτρεπτοι διὰ πάντων τῶν δεινῶν μένοντες͵ καὶ τὴν ἑαυτῶν ἀνδρείαν καὶ τὴν τοῦ Θεοῦ χάριν λαμπρῶς ἐπιδεικνύμενοι. Εἴδετε πολλάκις ὑπὸ τὴν ἕω τὸν ἥλιον ἀνίσχοντα͵ καὶ κροκοειδεῖς ἀφιέντα ἀκτῖνας; τοιαῦτα ἦν τῶν ἁγίων τὰ σώματα͵ ὥσπερ τινῶν ἀκτίνων κροκοειδῶν͵ τῶν ῥυάκων τοῦ αἵματος πανταχόθεν αὐτοὺς περιῤῥεόντων͵ καὶ τὸ σῶμα αὐτῶν καταυγαζόντων πολλῷ μᾶλλον ἢ τὸν οὐρανὸν ἥλιος. 

Τοῦτο τὸ αἷμα ἄγγελοι μὲν ὁρῶντες ἐτέρποντο͵ δαίμονες ἔφριττον͵ καὶ αὐτὸς δὲ ὁ διάβολος ἔτρεμεν. Οὐ γὰρ αἷμα ἦν ἁπλῶς τὸ ὁρώμενον͵ ἀλλ΄ αἷμα σωτήριον͵ αἷμα ἅγιον͵ αἷμα τῶν οὐρανῶν ἄξιον͵ αἷμα διηνεκῶς τὰ καλὰ τῆς Ἐκκλησίας ἄρδον φυτά. Εἶδε τὸ αἷμα͵ καὶ ἔφριξεν ὁ διάβολος· ἀνεμνήσθη γὰρ ἑτέρου αἵματος Δεσποτικοῦ· δι΄ ἐκεῖνο τὸ αἷμα τοῦτο ἔῤῥευσεν· ἐξ οὗ γὰρ ἐνύγη ἡ πλευρὰ τοῦ Δεσπότου͵ μυρίας ὁρᾷς λοιπὸν πλευρὰς νυττομένας. Τίς γὰρ οὐ μεθ΄ ἡδονῆς ἀποδύσαιτο πολλῆς πρὸς τοὺς ἀγῶνας τούτους͵ μέλλων κοινωνεῖν δεσποτικῶν παθημάτων͵ καὶ συμμορφοῦσθαι τῷ θανάτῳ τοῦ Χριστοῦ; Ἀρκοῦσα γὰρ αὕτη ἡ ἀντίδοσις͵ καὶ τῶν πόνων πολὺ πλείων ἡ τιμὴ͵ καὶ ὑπερβαίνουσα τοὺς ἄθλους ἡ ἀμοιβὴ͵ καὶ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν. Μὴ τοίνυν φρίττωμεν ἀκούοντες͵ ὅτι ὁ δεῖνα ἐμαρτύρησεν͵ ἀλλὰ φρίττωμεν ἀκούοντες͵ ὅτι ὁ δεῖνα κατεμαλακίσθη͵ καὶ ἔπεσε τοιούτων προκειμένων ἐπάθλων. 

Εἰ δὲ βούλει καὶ τῶν μετὰ ταῦτα ἀκοῦσαι͵ λόγος μὲν οὐδεὶς παραστῆσαι δύναται· Οὔτε γὰρ ὀφθαλμὸς εἶδε͵ φησὶν͵ οὔτε οὖς ἤκουσεν͵ οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη͵ ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· οὐδεὶς δὲ ἀνθρώπων οὕτως αὐτὸν ἠγάπησεν ὡς οἱ μάρτυρες. Οὐ μὴν ἐπειδὴ καὶ λόγον καὶ διάνοιαν ὑπερβαίνει τῶν ἀποκειμένων ἀγαθῶν τὸ μέγεθος͵ διὰ τοῦτο σιγήσομεν͵ ἀλλ΄ ὡς οἷόν τε καὶ εἰπεῖν ἡμῖν καὶ ὑμῖν ἀκοῦσαι͵ πειρασόμεθα ὑμῖν ἀμυδρῶς ἐνδείξασθαι τὴν ἐκεῖ διαδεξομένην αὐτοὺς μακαριότητα· σαφῶς γὰρ αὐτοὶ μόνοι εἴσονται͵ οἱ διὰ τῆς πείρας ταύτης ἀπολαύοντες. Τὰ μὲν γὰρ δεινὰ ταῦτα καὶ ἀφόρητα ἐν βραχείᾳ καιροῦ ῥοπῇ πάσχουσιν οἱ μάρτυρες· μετὰ δὲ τὴν ἐντεῦθεν ἀπαλλαγὴν εἰς οὐρανοὺς ἀναβαίνουσιν͵ ἀγγέλων αὐτοῖς προηγουμένων͵ καὶ ἀρχαγγέλων δορυφορούντων· οὐ γὰρ αἰσχύνονται τοὺς συνδούλους͵ ἀλλὰ πάντα ἂν εἵλοντο δι΄ αὐτοὺς ποιῆσαι͵ ἐπειδὴ κἀκεῖνοι πάντα εἵλοντο παθεῖν διὰ τὸν αὑτῶν Δεσπότην Χριστόν. 

Ἐπειδὰν δὲ ἀναβῶσιν εἰς τὸν οὐρανὸν͵ πᾶσαι ἐκεῖναι αἱ ἅγιαι δυνάμεις συντρέχουσιν. Εἰ γὰρ ἀθλητῶν ξένων ἐπιδημούντων τῇ πόλει͵ πᾶς ὁ δῆμος περιῤῥεῖ πανταχόθεν͵ καὶ κυκλώσαντες αὐτοὺς καταμανθάνουσι τῶν μελῶν τὴν εὐεξίαν͵ πολλῷ μᾶλλον τῶν ἀθλητῶν τῆς εὐσεβείας εἰς οὐρανοὺς ἀναβάντων͵ συντρέχουσιν οἱ ἄγγελοι͵ καὶ πᾶσαι αἱ ἄνω δυνάμεις πάντοθεν περιῤῥέουσι καταμανθάνουσαι τούτων τὰ τραύματα͵ καὶ καθάπερ τινὰς ἀριστέας ἐκ πολέμου καὶ μάχης ἐπανελθόντας μετὰ πολλὰ τρόπαια καὶ νίκας͵ οὕτω μεθ΄ ἡδονῆς δεξιοῦνται πάντας αὐτοὺς͵ καὶ ἀσπάζονται· εἶτα ἄγουσιν αὐτοὺς μετὰ πολλῆς δορυφορίας πρὸς τὸν τῶν οὐρανῶν βασιλέα͵ ἐπὶ τὸν θρόνον ἐκεῖνον τὸν πολλῆς δόξης γέμοντα͵ ἔνθα τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ. Ἐλθόντες δὲ ἐκεῖ καὶ προσκυνήσαντες τὸν ἐπὶ τοῦ θρόνου καθήμενον͵ πλείονος παρὰ τοῦ Δεσπότου μᾶλλον ἢ τῶν ὁμοδούλων ἀπολαύουσι φιλοφροσύνης. Οὐ γὰρ ὡς δούλους αὐτοὺς δέχεται (καίτοι καὶ τοῦτο μεγίστη τιμὴ͵ καὶ ἧς ἴσον οὐκ ἔστιν εὑρεῖν)͵ ἀλλ΄ ὡς φίλους αὐτοῦ· Ὑμεῖς γὰρ͵ φησὶ͵ φίλοι μου ἐστέ· καὶ μάλα εἰκότως· αὐτὸς γὰρ εἶπε πάλιν· Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει͵ ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ. 

Ἐπειδὴ οὖν τὴν μεγίστην ἀγάπην ἐπεδείξαντο͵ δεξιοῦται τούτους͵ καὶ ἀπολαύουσι τῆς δόξης ἐκείνης͵ κοινωνοῦσι τῶν χορῶν͵ καὶ μετέχουσι τῶν μελῶν τῶν μυστικῶν. Εἰ γὰρ ἐν σώματι ὄντες κατὰ τὴν τῶν μυστηρίων κοινωνίαν εἰς ἐκεῖνον ἐτέλουν τὸν χορὸν͵ μετὰ τῶν Χερουβὶμ τὸν τρισάγιον ὕμνον ψάλλοντες͵ καθάπερ ὑμεῖς ἴστε οἱ μυηθέντες͵ πολλῷ μᾶλλον νῦν τοὺς συγχορευτὰς ἀπολαβόντες μετὰ πολλῆς τῆς παῤῥησίας κοινωνοῦσι τῆς εὐφημίας ἐκείνης. Ἆρα οὐκ ἐφρίττετε πρὸ τούτου τὸ μαρτύριον; ἆρα οὐκ ἐπιθυμεῖτε νῦν τοῦ μαρτυρίου; ἆρα οὐκ ἀλγεῖτε νῦν͵ ὅτι οὐ πάρεστι καιρὸς μαρτυρίου; Ἀλλὰ καὶ γυμναζώμεθα εἰς καιρὸν μαρτυρίου. Κατεφρόνησαν ἐκεῖνοι ζωῆς· καταφρόνησον σὺ τρυφῆς· ἔῤῥιψαν ἐκεῖνοι τὰ σώματα τῷ πυρί· ῥῖψον σὺ χρήματα νῦν ἐν ταῖς χερσὶ τῶν πενήτων· κατεπάτησαν ἐκεῖνοι τοὺς ἄνθρακας· σβέσον σὺ τῆς ἐπιθυμίας τὴν φλόγα. Φορτικὰ ταῦτα͵ ἀλλὰ καὶ ἐπικερδῆ. Μὴ τὰ παρόντα ὅρα τὰ ἐπαχθῆ͵ ἀλλὰ τὰ μέλλοντα χρηστὰ͵ μὴ τὰ ἐν χερσὶ δεινὰ͵ ἀλλὰ τὰ ἐν ἐλπίσιν ἀγαθὰ͵ μὴ τὰ παθήματα͵ ἀλλὰ τὰ βραβεῖα͵ μὴ τοὺς πόνους͵ ἀλλὰ τοὺς στεφάνους͵ μὴ τοὺς ἱδρῶτας͵ ἀλλὰ τὰς ἀμοιβὰς͵ μὴ τὰς ἀλγηδόνας͵ ἀλλὰ τὰς ἀντιδόσεις͵ μὴ τὸ καιόμενον πῦρ͵ ἀλλὰ τὴν προκειμένην βασιλείαν͵ μὴ τοὺς περιεστῶτας δημίους͵ ἀλλὰ τὸν στεφανοῦντα Χριστόν. 

γ. Αὕτη μεγίστη μέθοδος καὶ εὐκολωτάτη πρὸς ἀρετὴν ὁδὸς͵ μὴ τοὺς πόνους μόνον ὁρᾷν͵ ἀλλὰ καὶ τὰ ἔπαθλα μετὰ τῶν πόνων͵ ἀλλ΄ οὐκ αὐτὰ καθ΄ ἑαυτὰ μόνον. Ὅταν οὖν μέλλῃς ἐλεημοσύνην διδόναι͵ μὴ πρόσεχε τῇ δαπάνῃ τῶν χρημάτων͵ ἀλλὰ τῇ συλλογῇ τῆς δικαιοσύνης· Ἐσκόρπισεν͵ ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· μὴ βλέπε τὸν κενούμενον πλοῦτον͵ ἀλλ΄ ὅρα τὸν αὐξανόμενον θησαυρόν. Ἂν νηστεύσῃς͵ μὴ τὴν κάκωσιν τὴν ἀπὸ τῆς νηστείας λογίζου͵ ἀλλὰ τὴν ἄνεσιν τὴν ἀπὸ τῆς κακώσεως· ἂν ἀγρυπνήσῃς εὐχόμενος͵ μὴ τὴν ταλαιπωρίαν τὴν ἀπὸ τῆς ἀγρυπνίας͵ ἀλλὰ τὴν παῤῥησίαν τὴν ἀπὸ τῆς εὐχῆς ἐννόει. Οὕτω καὶ στρατιῶται ποιοῦσιν· οὐ τὰ τραύματα͵ ἀλλὰ τὰς ἀμοιβὰς βλέπουσιν· οὐ τὰς σφαγὰς͵ ἀλλὰ τὰς νίκας· οὐ τοὺς πίπτοντας νεκροὺς͵ ἀλλὰ τοὺς στεφανουμένους ἀριστέας. Οὕτω καὶ κυβερνῆται πρὸ τῶν κυμάτων τοὺς λιμένας ὁρῶσι͵ πρὸ τῶν ναυαγίων τὰς ἐμπορίας͵ πρὸ τῶν ἐν θαλάσσῃ δεινῶν τὰ μετὰ θάλασσαν ἀγαθά. 

Οὕτω καὶ σὺ ποίησον· ἐννόησον ἡλίκον ἐστὶν ἐν νυκτὶ βαθείᾳ͵ τῶν ἀνθρώπων καθευδόντων ἁπάντων καὶ θηρίων καὶ κτηνῶν͵ βαθυτάτης ἡσυχίας οὔσης͵ μόνον σε ἐγερθέντα παῤῥησίᾳ διαλέγεσθαι τῷ κοινῷ πάντων Δεσπότῃ. Ἀλλὰ γλυκὺς ὁ ὕπνος; Ἀλλ΄ οὐδὲν γλυκύτερον προσευχῆς. Ἂν κατ΄ ἰδίαν αὐτῷ διαλεχθῇς͵ πολλὰ ἀνύσαι δυνήσῃ͵ μηδενὸς ἐνοχλοῦντός σε͵ μηδὲ ἐκκρούοντός σε τῆς δεήσεως· ἔχεις καὶ τὸν καιρὸν σύμμαχον πρὸς τὸ ἐπιτυχεῖν ὧν θέλεις. Ἀλλὰ περιστρέφῃ κείμενος ἐπὶ μαλακῆς στρωμνῆς͵ καὶ ὀκνεῖς διαναστῆναι; Ἐννόησον τοὺς ἐπὶ τῆς σιδηρᾶς κλίμακος κειμένους σήμερον μάρτυρας͵ οὐχὶ στρωμνῆς ὑποκειμένης͵ ἀλλ΄ ἀνθράκων ὑπεστρωμένων. 

Ἐνταῦθα βούλομαι καταλῦσαι τὸν λόγον͵ ὥστε τῆς κλίμακος τὴν μνήμην ἀκμάζουσαν καὶ νεαρὰν ἔχοντας ὑμᾶς ἀπελθεῖν͵ καὶ ταύτης ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ μεμνῆσθαι· κἂν γὰρ μυρία κατέχῃ δεσμὰ͵ δυνησόμεθα πάντα ἀποῤῥῆξαι ῥᾳδίως͵ καὶ πρὸς τὴν εὐχὴν ἀναστῆναι͵ τὴν κλίμακα ταύτην ἐννοοῦντες διαπαντός. Μὴ τὴν κλίμακα δὲ μόνον ἐκείνην͵ ἀλλὰ καὶ τὰς ἄλλας τῶν μαρτύρων τιμωρίας διαγράφωμεν ἐπὶ τὸ πλάτος τῆς καρδίας τῆς ἡμετέρας. Καὶ καθάπερ οἱ τὰς οἰκίας τὰς ἑαυτῶν ποιοῦντες λαμπρὰς͵ ἀνθηρᾷ γραφῇ πανταχόθεν αὐτὰς κατακοσμοῦσιν· οὕτω καὶ ἡμεῖς ἐν τοῖς τοίχοις τῆς ἡμετέρας διανοίας ζωγραφήσωμεν τῶν μαρτύρων τὰς τιμωρίας. Ἐκείνη μὲν γὰρ ἡ ζωγραφία ἀνόνητος. αὕτη δὲ κέρδος ἔχουσα· οὐ δεῖται γὰρ χρημάτων͵ οὐδὲ δαπάνης͵ οὐδὲ τέχνης τινὸς αὕτη ἡ γραφὴ͵ ἀλλ΄ ἀντὶ πάντων ἀρκεῖ προθυμίᾳ χρήσασθαι καὶ λογισμῷ γενναίῳ καὶ νήφοντι͵ καὶ διὰ τούτου καθάπερ διά τινος χειρὸς ἀρίστης ὑπογράψαι τὰς τιμωρίας αὐτῶν. 

Ζωγραφῶμεν τοίνυν ἐν τῇ ψυχῇ τοὺς μὲν ἐπὶ τηγάνων κειμένους͵ τοὺς δὲ ὑπὸ ἀνθράκων τεταμένους͵ τοὺς δὲ εἰς λέβητας κυβιστῶντας͵ τοὺς δὲ εἰς θάλασσαν καταποντιζομένους͵ ἑτέρους ξεομένους͵ ἄλλους ἐπὶ τροχὸν καμπτομένους͵ ἄλλους εἰς κρημνὸν ῥιπτομένους· καὶ τοὺς μὲν θηρίοις πυκτεύοντας͵ τοὺς δὲ ἐπὶ τὸ βάραθρον ἀγομένους͵ τοὺς δὲ͵ ὡς ἕκαστος ἔτυχεν καταλύσας τὸν βίον· ἵνα τῇ ποικιλίᾳ τῆς γραφῆς ταύτης λαμπρὰν τὴν ἡμετέραν κατασκευάσαντες οἰκίαν͵ ἐπιτήδειον τῷ βασιλεῖ τῶν οὐρανῶν ποιήσωμεν καταγώγιον. Ἂν γὰρ ἴδῃ τοιαύτας ἐν τῇ διανοίᾳ τὰς γραφὰς͵ ἥξει μετὰ τοῦ Πατρὸς͵ καὶ μονὴν ποιήσει παρ΄ ἡμῖν σὺν τῷ Πνεύ ματι τῷ ἁγίῳ· καὶ βασιλικὸς ἔσται λοιπὸν οἶκος ἡ διάνοια ἡμῶν͵ καὶ οὐδεὶς ἄτοπος λογισμὸς ἐπιβῆναι δυνήσεται͵ τῆς τῶν μαρτύρων μνήμης ὥσπερ τινὸς ἀνθηρᾶς ζωγραφίας διαπαντὸς ἡμῖν ἐναποκειμένης͵ καὶ πολλὴν ἐναφιείσης τὴν μαρμαρυγὴν͵ καὶ τοῦ βασιλέως τῶν ὅλων Θεοῦ συνεχῶς ἡμῖν ἐνδιαιτωμένου. Οὕτω δὲ ἐνταῦθα Χριστὸν ὑποδεξάμενοι͵ δυνησόμεθα μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν εἰς τὰς σκηνὰς ὑποδεχθῆναι τὰς αἰωνίους͵ ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ͵ δι΄ οὗ καὶ μεθ΄ οὗ τῷ Πατρὶ δόξα͵ ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι͵ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου