Κύριε Ιησού Χριστέ, ελέησόν με ...

Δευτέρα, 7 Μαΐου 2018

Ευχή της Εκκλησίας μας δια τον καρκίνο

(Ἐγκεκριμένη ἀπό την Ι.Σ. τῆς Ἐκκλησίας τῆς Ἑλλάδος)
[Ἀρ. Πρωτ. 1465/25-6-1984]
λείψανο http://leipsanothiki.blogspot.be/
H τιμία κάρα του Οσίου Παρθενίου 
επισκόπου Λαμψάκου του Θαυματουργού
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ὁ ἐπιτιμῶν τοῖς πνεύμασι τῆς ἀσθενείας καί την ὐγείαν τοῖς ἐπικαλουμένοις Σε ἐκ πόθου καρδίας και τῇ προς Σε πίστει ἐπιδαψιλεύων, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν, παρ΄οἷς, σύν ταῖς ἂλλαις, και ἡτῆς τοῦ καρκίνου μάστιγος δεινή ἀπειλή ἀφαρπάζουσα ἐκ μέσου ἡμῶν, μετά ἐπώδυνον νόσον καί ἐν βραχεῖ χρόνω, πατέρας, ἀδελφούς και τέκνα ἡμῶν, βαθεῖαν δε θλῖψιν και ὀδύνην, ἐκ τοῦ θανάτου αὐτῶν, ὃν εκ φεῦξαι οὐ δύνανται, προκαλοῦσαν πάσι.

Τῷ φωτιστικῷ και ἁγιαστικῷ σου Πνεύματι, Κύριε, ὁδήγησον τους ἐν ἰατρικῇ ἐπιστήμῃ ἐρευνῶντας εἰς την τοῦ κακοῦ τού ἐξολόθρευσιν το φάρμακον και τον τῆς Θεραπείας τρόπον ἀποκαλύπτων, δύναμιν παράσχου τοῖς πάσχουσι και ὐπομονήν και ἀναψυχήν ἐν τοῖς πόνοις, πᾶσι δέ την θεραπείαν ψυχῇ και σώματι ἐπιβράβευσον, πρεσβείαις τῆς ‘Υπερευλογημένης Δεσποίνης Ἠμῶν Θεοτόκου και Ἀειπαρθένου Μαρίας, τῆς Ζωοδόχου Πηγῆς, Ἧς το ὒδωρ ἐν τῇ βασιλίδι τῶν πόλεων ἐπιχυθέν ἀσθενούσῃ έκ καρκίνου, το πάθος ἒπαυσε, τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Παρθενίου, ἐπισκόπου Λαμψάκου, τῶν ἁγίων ἐνδόξων καί θαυματουργῶν Ἀναργύρων, τοῦ αγίου ἐνδόξου Μεγαλομάρτυρος και Ἰαματικού Παντελεήμονος και πάντων Σου τῶν Ἁγίων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου