Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Δευτέρα 19 Μαρτίου 2018

«Ἀπόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν»

Ἀπολυτίκιον 
Ἦχος δ’.
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῆ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον 
Ἦχος γ’. Τὴν ὡραιότητα.
Ὡς δωδεκάπυρσος, λυχνία ἔλαμψαν, οἱ Δωδεκάριθμοι, Χριστοῦ Ἀπόστολοι, Πέτρος καὶ Παῦλος σὺν Λουκᾶ, Ἀνδρέας καὶ Ἰωάννης, Βαρθολομαῖος Φίλιππος, σὺν Ματθαίω καὶ Σίμωνι, Μᾶρκος καὶ Ἰάκωβος, καὶ Θωμὰς ὁ μακάριος, καὶ ηὔγασαν τοὺς πίστει βοώντας χαίρετε Λόγου οἱ αὐτόπται.
Κοντάκιον
Ἦχος β’. Τοὺς ἀσφαλεῖς.
Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν, τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
Κάθισμα
Ἦχος δ'. Ὁ ὑψωθεὶς.
Κατοικισθέντες ἐν φωτὶ ἀπροσίτῳ, ὡς οἰκητήρια φωτὸς πεφυκότες, οἶκον ὑμῶν τὸν ἅγιον φωτίζετε ἀεί, θείαις προσφοιτήσεσιν· ὅθεν πίστει βοῶμεν· Σκότους ἡμᾶς ῥύσασθε, καὶ παντοίων κινδύνων, καὶ χαλεπῶν ἐθνῶν ἐπιδρομῆς, ἐκδυσωποῦντες τὸν Κτίστην Ἀπόστολοι.
Ὁ Οἶκος
Τράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου, πλάτυνόν μου τὸ στόμα, καὶ πληρώσας αὐτό, κατάνυξον τὴν καρδίαν μου, ἵνα οἷς λέγω ἀκολουθήσω, καὶ ἃ διδάσκω, ποιήσω πρῶτος· πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν· ἐὰν γὰρ λέγω, καὶ μὴ πράττω, ὡς χαλκὸς ἠχῶν λογισθήσομαι. Διὸ λαλεῖν μοι τὰ δέοντα, καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
Μεγαλυνάριον
Πέτρον Παῦλον Μᾶρκον σὺν τῷ Λουκᾶ, Φίλιππον, Ἀνδρέαν, Ἰωάννην τε καὶ Θωμᾶν, Σίμωνα Ματθαῖον, καὶ τὸν Βαρθολομαῖον, σὺν θείῳ Ἰακώβῳ ὕμνοις τιμήσωμεν. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου