Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Τρίτη 14 Νοεμβρίου 2017

Σήμερα 14 Νοεμβρίου, η Εκκλησία μας τιμά την μνήμη του Αγίου Φιλίππου του Αποστόλου

Ἀπολυτίκιον
Ἦχος γ’. Θείας πίστεως.
Θείαν ἔλλαμψιν, τοῦ Παρακλήτου, εἰσδεξάμενος, πυρὸς ἐν εἴδει, παγκοσμίως ὡς ἀστὴρ ἀνατέταλκας, καὶ τῆς ἀγνοίας τὸν ζόφον διέλυσας, τῇ θείᾳ αἴγλῃ Ἀπόστολε Φίλιππε. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ δεόμεθα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἕτερον Ἀπολυτίκιον 
Ἦχος γ’.
Ἀπόστολε Ἅγιε Φίλιππε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Κοντάκιον
Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς .
Ὁ μαθητὴς καὶ φίλος σου, καὶ μιμητὴς τοῦ πάθους σου, τῇ οἰκουμένῃ Θεόν σε ἐκήρυξεν, ὁ θεηγόρος Φίλιππος. Ταῖς αὐτοῦ ἱκεσίαις, ἐξ ἐχθρῶν παρανόμων, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.
Ἕτερον Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ἐν τῷ Υἱῷ τῷ Πατρικῷ φωτὶ ἑώρακας Πατρὸς τὴν δόξαν ὡς τοῦ Πνεύματος κειμήλιον Καθὰ ᾔτησας Ἀπόστολε θεορρῆμον. Ἀλλ’ ὡς μύστης τῆς Χριστοῦ συγκαταβάσεως Πολύτροπον συμφορῶν ἡμᾶς ἀπάλλαξον Τοὺς βοῶντάς σοι, χαίροις ἔνδοξε Φίλιππε.
Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν.
Ἐλατὴρ τῶν δαιμόνων ἀναδειχθείς, καὶ φωστὴρ τῶν ἐν σκότει ἀποφανθείς, ἔδειξας τὸν Ἥλιον, ἐκ Παρθένου ἐκλάμψαντα, καὶ ναοὺς εἰδώλων, συντρίψας ἀνήγειρας, ἐκκλησίας Μάκαρ, εἰς δόξαν Θεοῦ ἡμῶν· ὅθεν σε τιμῶμεν, καὶ τὴν θείαν σου μνήμην, λαμπρῶς ἑορτάζομεν, καὶ συμφώνως βοῶμέν σοι, Ἀπόστολε Φίλιππε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Ὁ Οἶκος
Ῥεῖθρα λόγου παράσχου μοι Κύριε, ὁ ὑδάτων τὴν φύσιν δειμάμενος, τὴν καρδίαν μου στήριξον Δέσποτα, ὁ τὴν γῆν στερεώσας τῷ λόγῳ σου, καὶ φώτισον μου τὴν διάνοιαν, ὁ τὸ φῶς ὡς χιτῶνα ἀναβαλλόμενος, ἵνα λέγω καὶ ψάλλω τὰ πρέποντα, καὶ ἀξίως ὑμνήσω τὸν σὸν Μαθητὴν Πολυέλεε.
Μεγαλυνάριον
Φίλος καὶ Ἀπόστολος εὐκλεής, τοῦ καὶ μέχρι δούλου, κενωθέντος ἀναδειχθείς, Φίλιππε θεόπτα, ἐκήρυξας ἐν κόσμῳ, τὴν τούτου ὑπὲρ λόγον, ἄρρητον κένωσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου