Δέσποτα Κύριε ᾿Ιησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, οἶδα μέν, οἶδα, Φιλάνθρωπε, ὅτι οὔκ εἰμι ἄξιος ὁ ἁμαρτωλὸς ὑπὲρ ἑτέρων εὔχεσθαι ἤ παρακαλεῖν, ὁ πολλῶν εὐχῶν παρ᾿ ἑτέρων δεόμενος, ἀλλὰ Σὺ ἐνετείλω
πᾶσιν ἡμῖν ὑπὲρ ἀλλήλων εὔχεσθαι· τούτου χάριν κἀγὼ ὁ ταπεινὸς καὶ ἀνάξιος δέομαί Σου, λέγων. Μνήσθητι, Κύριε, πάντων τῶν εὐσεβῶν καὶ ᾿Ορθοδόξων Χριστιανῶν, ᾿Αρχιερέων, ῾Ιερέων, Διακόνων, Μοναχῶν καὶ
πάσης ᾿Εκκλησιαστικῆς Τάξεως. Μνήσθητι, Κύριε, πάσης ᾿Αρχῆς καὶ ᾿Εξουσίας καὶ χάρισαι αὐταῖς βαθεῖαν καὶ ἀναφαίρετον εἰρήνην, ἵνα ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
πάσης ᾿Εκκλησιαστικῆς Τάξεως. Μνήσθητι, Κύριε, πάσης ᾿Αρχῆς καὶ ᾿Εξουσίας καὶ χάρισαι αὐταῖς βαθεῖαν καὶ ἀναφαίρετον εἰρήνην, ἵνα ἐν τῇ γαλήνῃ αὐτῶν ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.
Μνήσθητι, Κύριε, τῶν κοπιώντων ἐν λόγῳ καὶ διδασκαλίᾳ καὶ παντὶ τρόπῳ ἀσκουμένων διὰ τὸ ῎Ονομά Σου τὸ ἅγιον καὶ ἐνίσχυσον αὐτούς. Μνήσθητι, Κύριε, τῶν ἐν παρθενίᾳ καὶ ἀσκήσει διαγόντων, ἔτι δὲ καὶ τῶν ἐν τιμίῳ καὶ σεμνῷ γάμῳ διαβιούντων. Μνήσθητι, Κύριε, παντὸς τοῦ Λαοῦ Σου, τοῦ δεομένου τῆς Σῆς μεγάλης εὐσπλαγχνίας, ἔτι δὲ καὶ παντὸς τοῦ πλάσματός Σου ἐν παντὶ τόπῳ τῆς δεσποτείας Σου, καὶ ἐπὶ πάντας ἔκχεον τὸ Σὸν πλούσιον ἔλεος. Μνήσθητι, Κύριε, πάσης ψυχῆς Χριστιανῆς θλιβομένης καὶ καταπονουμένης καὶ τὸ φοβερὸν καὶ ἅγιόν Σου ῎Ονομα ἐπικαλουμένης.
Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων ἤ ἄλλῃ τινὶ θλίψει ἐξεταζομένων. Μνήσθητι, Κύριε, τῶν ἐξ ἐπηρείας τοῦ διαβόλου μισούντων ἡμᾶς ἤ φθονούντων, ἤ λοιδορούντων, ἤ διαβαλλόντων, ἤ ἀδικούντων, ἤ ἄλλο τι καθ᾿ ἡμῶν ποιησάντων ἤ ποιούντων, καὶ συγχώρησον αὐτοῖς. Μνήσθητι, Κύριε, τῶν ἐν λόγῳ ἤ ἔργῳ ἤ οἱῳδήποτε τρόπῳ καὶ νεύσει καὶ οἰκονομίᾳ τῆς Σῆς Θείας Πρόνοιας εὐεργετησάντων ἤ εὐεργετούντων ἡμᾶς· καὶ τοὺς μὲν ἀγαθοὺς ἀγαθοποίησον, τοὺς δὲ πονηροὺς εἰς τὸ ἀγαθὸν ἐπίστρεψον. Μνήσθητι, Κύριε, πάντων τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν, καὶ παράσχου αὐτοῖς τὰ πρός σωτηρίαν αἰτήματα. Μνήσθητι, Κύριε, πατέρων, διδασκάλων, ἀδελφῶν, συγγενῶν καὶ φίλων. Μνήσθητι, Κύριε, τῶν πεπλανημένων καὶ μακρὰν τῆς ᾿Αληθείας Σου εὑρισκομένων, καὶ ἐπίστρεψον αὐτοὺς τῇ ῾Αγίᾳ Σου Καθολικῇ καὶ ᾿Αποστολικῇ ᾿Εκκλησίᾳ. Μνήσθητι, Κύριε, πάντων τῶν ἐπ᾿ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων ᾿Ορθοδόξων Χριστιανῶν.
Μνήσθητι, Κύριε, καὶ τῆς ἐμῆς ταπεινότητος καὶ ἀθλιότητος, καὶ συγχώρησόν μοι ὅσα Σοι ἥμαρτον καθ᾿ ὅλον τὸν τῆς ζωῆς μου χρόνον ἐν διανοίᾳ, λόγῳ καὶ πράξει, ἔτι δὲ καὶ τὰ ἀρτίως μοι ἐπιγεγονότα πταίσματα ἐν τῷ καιρῷ τῆς προσευχῆς, καὶ εὐδόκησον τὴν ἐμὴν τελευτὴν γενέσθαι ἐν μετανοίᾳ ἀληθεῖ, καὶ Πίστει ᾿Ορθοδόξῳ, καὶ συνειδότι ἀκαταγνώστῳ· πρεσβείαις τῆς παναχράντου Σου Μητρός, καὶ πάντων τῶν ῾Αγίων τῶν ἀπ᾿ αἰῶνός Σοι εὐαρεστησάντων. ᾿Αμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου