Ἀπολυτίκιον
Ἦχος δ’.
Ὡς τοῦ Κυρίου Μαθητής, ἀνεδέξω δίκαιε τὸ Εὐαγγέλιον ὡς Μάρτυς ἔχεις τὸ ἀπαράτρεπτον τὴν παρρησίαν ὡς Ἀδελφόθεος τὸ πρεσβεύειν ὡς Ἱεράρχης. Ἱκέτευε Χριστὸν τὸν Θεόν, σωθήναι τᾶς ψυχᾶς ἠμῶν.
Κοντάκιον
Ἦχος δ’. Ὁ ὑψωθεὶς.
Ὁ τοῦ Πατρὸς μονογενὴς Θεὸς Λόγος, ἐπιδημήσας πρὸς ἡμᾶς ἐπ' ἐσχάτων, τῶv ἡμερῶν Ἰάκωβε θεσπέσιε, πρῶτον σε ἀνέδειξε τῶν Ἱεροσολύμων, Ποιμένα καὶ Διδάσκαλον, καὶ πιστὸν οἰκονόμον, τῶν μυστηρίων τῶv πνευματικῶν, ὄθεv σε πάντες τιμῶμεν Ἀπόστολε.
Ὁ Οἶκος
Τὸν γόνον σε τοῦ Ἰωσήφ, καὶ Ἱεροσολύμων τὸν πρῶτον ἱεράρχην, Ἰάκωβε θεόπτα, καὶ τοῦ Κυρίου ἀδελφὸν ὕμνοις ἐγκωμίων ἀνυμνοῦμεν εὐσεβῶς, καὶ πίστει ἀνακράζομεν· Δώρησαι ἡμῖν δώρημα τέλειον ἐκ τοῦ Πατρὸς τῶν φώτων, καὶ ἀπέλασον τὴν θλίψιν τὴν ἐπερχομένην καὶ ἐνεστῶσαν ἐκ πλήθους πταισμάτων· ἐπῆραν γὰρ οἱ ἐχθροὶ καθ' ἡμῶν τὴν πτέρναν, καὶ ἐκύκλωσαν ἡμᾶς Ἰσμαηλῖται· ὧν θραῦσον ταχὺ τὰ τόξα ἱεροφάντορ, ἵνα σε πάντες τιμῶμεν Ἀπόστολε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου