Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Παρασκευή 13 Οκτωβρίου 2017

Μια σύντομη προσευχή για όσους έχουν οικονομικά προβλήματα

Ο Θεός καταλαβαίνει τις ανάγκες όλων μας και πολλές φορές ακόμη και μια σύντομη προσευχή όπως η παρακάτω μπορεί να επιφέρει λύσεις ακόμη και για θέματα όχι τόσο πνευματικά όμως ουσιαστικά για την ηρεμία μας και την καθημερινότητα μας.
Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν.
Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν.
Ἅγιε, ἐπίσκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.
Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετά Σου. Εὐλογημένη Σύ ἐν γυναιξί, καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας Σου, ὅτι Σωτήρα ἔτεκες, τῶν ψυχῶν ἠμῶν.
Βαπτιστά τοῦ Χριστοῦ, πάντων ἠμῶν μνήσθητι, ἴνα ρυσθῶμεν τῶν ἀνομιῶν ἠμῶν, σοί γάρ ἐδόθη χάρις, πρεσβεύειν ὑπέρ ἠμῶν.
Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιόν του Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καί τῶν θαυμάτων τήν χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, πάτερ Ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι, ἠμίν τό μέγα ἔλεος.

Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν τῷ Βασιλεῖ ἠμῶν Θεῶ.
Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Χριστό τῷ Βασιλεῖ ἠμῶν Θεῶ.
Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Αὐτῶ Χριστῷ τῷ Βασιλεῖ καί Θεῶ ἠμῶν.

Ψαλμός 80ος


ΑΓΑΛΛΙΑΣΘΕ τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ ᾿Ιακώβ· 3 λάβετε ψαλμὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας· 4 σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν· 5 ὅτι πρόσταγμα τῷ ᾿Ισραήλ ἐστι καὶ κρῖμα τῷ Θεῷ ᾿Ιακώβ. 6 μαρτύριον ἐν τῷ ᾿Ιωσὴφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου· γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν· 7 ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν. 8 ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐρρυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. (διάψαλμα). 9 ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σοι, ᾿Ισραήλ, ἐὰν ἀκούσῃς μου, 10 οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ· 11 ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου· πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. 12 καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ ᾿Ισραὴλ οὐ προσέσχε μοι· 13 καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. 14 εἰ ὁ λαός μου ἤκουσέ μου, ᾿Ισραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, 15 ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου. 16 οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. 17 καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.

Ευαγγέλιο

Κατά Μάρκον, Κεφάλαιο 6/34-44

34 Καὶ ἐξελθὼν ὁ ᾿Ιησοῦς εἶδε πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
῾Ο χορτασμὸς τῶν πέντε χιλιάδων

35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι ἔρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή· 36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους· τί γὰρ φάγωσιν οὐκ ἔχουσιν. 37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δῶμεν αὐτοῖς φαγεῖν; 38 ὁ δὲ λέγει αὐτοῖς· πόσους ἄρτους ἔχετε; ὑπάγετε καὶ ἴδετε. καὶ γνόντες λέγουσι· πέντε, καὶ δύο ἰχθύας. 39 καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40 καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα. 41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κατέκλασε τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς ἵνα παραθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισε πᾶσι. 42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, 43 καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων. 44 καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες.

Κομβοσχοίνι: Το «Κύριε Ιησού Χριστέ, ελέησόν με» & «Άγιε Αρσένιε, πρέσβευε υπέρ ημών».

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.
Τοῦ Ἁγίου Ἀρσενίου τοῦ Καππαδόκη

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου