Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ψαλμὸς 142
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν,
ἁμαρτωλοὶ καὶ ταπεινοί,
καὶ προσπέσωμεν ἐν μετανοίᾳ,
κράζοντες ἐκ βάθους ψυχῆς·
Δέσποινα,
βοήθησον ἐφ' ἡμῖν σπλαγχνισθεῖσα,
σπεῦσον,
ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων,
μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς·
σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα... Καὶ νῦν...
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·
εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων;
Τὶς δὲ διεφύλαξεν
ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν,
Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεί,
ἐκ παντοίων δεινῶν.
Ψαλμὸς 50
Ἦχος πλ. δ' ᾨδὴ α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε,
τερατουργοῦσα ποτέ,
Μωσαϊκὴ ῥάβδος,
σταυροτύπως πλήξασα,
καὶ διελοῦσα θάλασσαν,
Ἰσραὴλ δὲ φυγάδα,
πεζὸν ὁδίτην διέσωσεν,
ἆσμα τῷ Θεῷ ἀναμέλποντα».
Των λυπηρῶν ἐπαγωγαὶ χειμάζουσι
τὴν ταπεινήν μου ψυχήν,
καὶ συμφορῶν νέφη,
τὴν ἐμὴν καλύπτουσι,
καρδίαν Θεονύμφευτε,
ἀλλ' ἡ φῶς τετοκυῖα,
τὸ θεῖον καὶ προαιώνιον,
λάμψον μοι τὸ φῶς τὸ χαρμόσυνον.
Ἐξ ἀμέτρητων ἀναγκῶν καὶ θλίψεων,
καὶ ἐξ ἐχθρῶν δυσμενῶν,
καὶ συμφορῶν βίου,
λυτρωθεὶς Πανάχραντε,
τῇ κραταιᾷ δυνάμει σου,
ἀνυμνῶ μεγαλύνω,
τὴν ἄμετρόν σου συμπάθειαν,
καὶ τὴν εἰς ἐμέ σου παράκλησιν.
Δόξα...
Νῦν πεποιθὼς ἐπὶ τὴν σὴν κατέφυγον,
ἀντίληψιν κραταιάν,
καὶ πρὸς τὴν σὴν σκέπην,
ὁλοψύχως ἔδραμον,
καὶ γόνυ κλίνω Δέσποινα,
καὶ θρηνῶ καὶ στενάζω,
μὴ με παρίδῃς τὸν ἄθλιον,
τῶν Χριστιανῶν καταφύγιον.
Καὶ νῦν...
Οὐ σιωπήσω τοῦ βοᾶν τρανώτατα,
τὰ μεγαλεῖα τὰ σά·
εἰμὴ γὰρ σὺ Κόρη,
πάντοτε προΐστασο,
ὑπὲρ ἐμοῦ πρεσβεύουσα,
τῷ Υἱῷ καὶ Θεῷ σου,
τὶς ἐκ τοσούτου με κλύδωνος,
καὶ δεινῶν κινδύνων ἐρρύσατο.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,
ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,
ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
ᾨδὴ γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας ἁψῖδος,
ὀροφουργὲ Κύριε,
καὶ τῆς Ἐκκλησίας Δομῆτορ,
σὺ με στερέωσον,
ἐν τῇ ἀγάπῃ τῇ σῇ,
τῶν ἐφετῶν ἡ ἀκρότης,
τῶν πιστῶν τὸ στήριγμα,
μόνε φιλάνθρωπε».
Ἀπορήσας ἐκ πάντων,
ὀδυνηρῶς κράζω σοι·
πρόφθασον θερμὴ προστασία,
καὶ σὴν βοήθειαν,
δὸς μοι τῷ δούλῳ σου,
τῷ ταπεινῷ καὶ ἀθλίῳ,
τῷ τὴν σὴν ἀντίληψιν,
ἐπιζητοῦντι θερμῶς.
Ἐθαυμάστωσας ὄντως,
νῦν ἐπ' ἐμοὶ Δέσποινα,
τὰς εὐεργεσίας σου Κόρη,
καὶ τὰ ἐλέη σου·
ὅθεν δοξάζω σε,
καὶ ἀνυμνῶ καὶ γεραίρω,
τὴν πολλὴν καὶ ἄμετρον,
κηδεμονίαν σου.
Δόξα...
Καταιγὶς με χειμάζει,
τῶν συμφορῶν Δέσποινα,
καί τῶν λυπηρῶν τρικυμίαι,
καταποντίζουσιν·
ἀλλὰ προφθάσασα,
χεῖρά μοι δὸς βοηθείας,
ἡ θερμὴ ἀντίληψις,
καὶ προστασία μου.
Καὶ νῦν...
Ἀληθῆ Θεοτόκον,
ὁμολογῶ Δέσποινα,
σὲ τὴν τοῦ θανάτου τὸ κράτος,
ἐξαφανίσασαν·
ὡς γὰρ φυσίζωος,
ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾅδου,
πρὸς ζωὴν ἀνήγαγες,
εἰς γῆν με ῥεύσαντα.

Κάθισμα Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Πρεσβεία θερμή,
καὶ τεῖχος ἀπροσμάχητον,
ἐλέους πηγή,
τοῦ κόσμου καταφύγιον,
ἐκτενῶς βοῶμέν σοι·
Θεοτόκε Δέσποινα, πρόφθασον,
καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,
ἡ μόνη ταχέως προστατεύουσα.
ᾨδὴ δ' ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις,
σὺ Θεός μου, σύ μου ἀγαλλίαμα,
ὁ πατρικοὺς κόλπους μὴ λιπών,
καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος·
διὸ σὺν τῷ Προφήτῃ Ἀββακούμ σοι κραυγάζω·
τῇ δυνάμει σου δόξα φιλάνθρωπε».
Καὶ ποῦ λοιπόν, ἄλλην εὑρήσω ἀντίληψιν;
ποῦ προσφύγω; ποῦ δὲ καὶ σωθήσομαι;
τίνα θερμὴν ἔξω βοηθόν,
θλίψεσι τοῦ βίου καὶ ζάλαις οἴμοι! κλονούμενος;
Εἰς σὲ μόνην ἐλπίζω, καὶ θαρρῶ καὶ καυχῶμαι,
καὶ προστρέχω τῇ σκέπῃ σου σῶσον με.
Τὸν ποταμόν, τὸν γλυκερόν τοῦ ἐλέους σου,
τὸν πλουσίαις δωρεαῖς δροσίσαντα,
τὴν παναθλίαν καὶ ταπεινήν,
πάναγνε ψυχήν μου, τῶν συμφορῶν καί τῶν θλίψεων,
καμίνῳ φλογισθεῖσαν, μεγαλύνω κηρύττω,
καὶ προστρέχω τῇ σκέπῃ σου σῶσον με.
Δόξα...
Σὲ τὴν ἁγνήν, σὲ τὴν Παρθένον καὶ ἄσπιλον,
μόνην φέρω, τεῖχος ἀπροσμάχητον,
καταφυγὴν σκέπην κραταιάν,
ὅπλον σωτηρίας μὴ με παρίδῃς τὸν ἄσωτον,
ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία,
θλιβομένων χαρὰ καὶ ἀντίληψις.
Καὶ νῦν...
Πῶς ἐξειπεῖν, σοῦ κατ' ἀξίαν δυνήσομαι,
τοὺς ἀμέτρους, οἰκτιρμοὺς ὦ Δέσποινα,
τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν,
δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας;
Ἀλλ' ὢ τῆς σῆς προνοίας, καί τῆς εὐεργεσίας,
ἧς ἀφθόνως αὐτὸς παραπήλαυσα!

ᾨδὴ ε' ΤΟ ΑΚΟΥΤΕ
«Ἵνα τί με ἀπώσω,
ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον,
καὶ ἐκάλυψέ με,
τὸ ἀλλότριον σκότος τὸν δείλαιον·
ἀλλ' ἐπίστρεψόν με,
καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου,
τάς ὁδούς μου κατεύθυνον δέομαι».
Εὐχαρίστως βοῶ σοι·
χαῖρε Μητροπάρθενε, χαῖρε Θεόνυμφε
χαῖρε θεία σκέπη,
χαῖρε ὅπλον καὶ τεῖχος ἀπόρθητον,
χαῖρε προστασία,
καὶ βοηθὲ καὶ σωτηρία,
τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.
Οἱ μισοῦντες με μάτην,
βέλεμνα καὶ ξίφη καὶ λάκκον ηὐτρέπισαν,
καὶ ἐπιζητοῦσι,
τὸ πανάθλιον σῶμα σπαράξαι μου,
καὶ καταβιβάσαι,
πρὸς γῆν Ἁγνὴ ἐπιζητοῦσιν·
ἀλλ' ἐκ τούτων προφθάσασα σῶσόν με.
Δόξα...
Ἀπὸ πάσης ἀνάγκης,
θλίψεως καὶ νόσου καὶ βλάβης με λύτρωσαι,
καὶ τῇ σῇ δυνάμει,
ἐν τῇ σκέπῃ σου φύλαξον ἄτρωτον,
ἐκ παντὸς κινδύνου,
καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων,
καὶ μισούντων με Κόρη πανύμνητε.
Καὶ νῦν...
Τὶ σοι δῶρον προσάξω,
τῆς εὐχαριστίας ἀνθ' ὧνπερ ἀπήλαυσα,
τῶν σῶν δωρημάτων,
καί τῆς σῆς ἀμέτρητου χρηστότητος;
Τοιγαροῦν δοξάζω,
ὑμνολογῶ καὶ μεγαλύνω,
σοῦ τὴν ἄμετρον πρός με συμπάθειαν.

ᾨδὴ ς' ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,
καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις,
ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη,
καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε,
καὶ δέομαι ὡς Ἰωνᾶς·
Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε».
Τὰ νέφη, τῶν λυπηρῶν ἐκάλυψαν,
τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν,
καὶ σκοτασμὸν ἐμποιοῦσι μοι Κόρη,
ἀλλ' ἡ γεννήσασα φῶς τὸ ἀπρόσιτον,
ἀπέλασον ταῦτα μακράν,
τῇ ἐμπνεύσει τῆς θείας πρεσβείας σου.
Παράκλησιν, ἐν ταῖς θλίψεσιν οἶδα,
καί τῶν νόσων ἰατρὸν σε γινώσκω,
καὶ παντελῆ συντριμμὸν τοῦ θανάτου,
καὶ ποταμὸν τῆς ζωῆς ἀνεξάντλητον,
καὶ πάντων τῶν ἐν συμφοραῖς,
ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.
Δόξα...
Οὐ κρύπτω σου, τὸν βυθὸν τοῦ ἐλέους,
καὶ τὴν βρύσιν τῶν ἀπείρων θαυμάτων,
καὶ τὴν πηγὴν τὴν ἀέναον ὄντως,
τῆς πρὸς ἐμὲ συμπαθείας σου Δέσποινα·
ἀλλ' ἅπασιν ὁμολογῶ,
καὶ βοῶ καὶ κηρύττω καὶ φθέγγομαι.
Καὶ νῦν...
Ἐκύκλωσαν, αἱ τοῦ βίου με ζάλαι,
ὥσπερ μέλισσαι κηρίον Παρθένε,
καὶ τὴν ἐμὴν κατασχοῦσαι καρδίαν,
κατατιτρώσκουσι βέλει τῶν θλίψεων·
ἀλλ' εὕροιμί σε βοηθόν,
καὶ διώκτην καὶ ῥύστην Πανάχραντε.

Κοντάκιον Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,
μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε.
Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,
ἀλλὰ πρόφθασον, ὡς ἀγαθή,
εἰς τὴν βοήθειαν ἡμῶν,
τῶν πιστῶς κραυγαζόντων σοι·
Τάχυνον εἰς πρεσβείαν,
καὶ σπεῦσον εἰς ἱκεσίαν,
ἡ προστατεύουσα ἀεί,
Θεοτόκε, τῶν τιμώντων σε.
ᾨδὴ ζ' ΤΟ ΑΚΟΥΤΕ
«Παῖδες Ἑβραίων ἐν καμίνῳ,
κατεπάτησαν τὴν φλόγα θαρσαλέως,
καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες·
Εὐλογητὸς εἶ Κύριε,
ὁ Θεὸς εἰς τοὺς αἰώνας».
Φῶς ἡ τεκοῦσα Θεοτόκε,
σκοτισθέντα με νυκτὶ ἁμαρτημάτων,
φωταγώγησον σύ, φωτὸς οὖσα δοχεῖον,
τὸ καθαρὸν καὶ ἄμωμον,
ἵνα πόθῳ σε δοξάζω.
Σκέπη γενοῦ καὶ προστασία,
καὶ ἀντίληψις καὶ καύχημα Παρθένε,
γυμνωθέντι μοι νῦν, ἁπάσης βοηθείας,
ἀβοήθητων δύναμις,
καὶ ἐλπὶς ἀπηλπισμένων.
Δόξα...
Ὅλῃ ψυχῇ καὶ διανοίᾳ,
καὶ καρδίᾳ σε καὶ χείλεσι δοξάζω,
ἀπολαύσας τῶν σῶν, μεγάλων χαρισμάτων
ἀλλ' ὢ τῆς σῆς χρηστότητος,
καὶ ἀπείρων σου θαυμάτων!
Καὶ νῦν...
Βλέψον ἱλέῳ ὄμματί σου,
καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω,
καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων,
καὶ πειρασμῶν με λύτρωσαι,
ἀμετρήτῳ σου ἐλέει.

ᾨδὴ η' ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα,
καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπαρθένου,
τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα,
Κύριον ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Διὰ σπλάγχνα ἐλέους σου Παρθένε,
μὴ παρίδῃς σεμνή, ποντούμενόν με σάλῳ,
βιοτικῶν κυμάτων,
ἀλλὰ δίδου μοι χεῖρα βοηθείας,
καταπονουμένῳ, κακώσεσι τοῦ βίου.
Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι,
εὕροσάν με Ἁγνή, καὶ συμφοραί τοῦ βίου,
καὶ πειρασμοὶ με πάντοθεν ἐκύκλωσαν·
ἀλλὰ πρόστηθί μοι,
καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ σου σκέπῃ.
Δόξα...
Ἐν ταῖς ζάλαις ἐφεῦρον σε λιμένα,
ἐν ταῖς λύπαις χαρὰν καὶ εὐφροσύνην,
καὶ ἐν ταῖς νόσοις ταχινὴν βοήθειαν,
καὶ ἐν τοῖς κινδύνοις,
ῥύστιν καὶ προστάτιν, ἐν τοῖς πειρατηρίοις.
Καὶ νῦν...
Χαῖρε θρόνε πυρίμορφε Κυρίου,
χαῖρε θεία καὶ μανναδόχε στάμνε,
χαῖρε χρυσὴ λυχνία, λαμπὰς ἄσβεστος,
χαῖρε τῶν παρθένων δόξα καὶ μητέρων,
ὡράϊσμα καὶ κλέος.

ᾨδὴ θ' ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός,
καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα,
ὅτι Θεός,
ὤφθη τοῖς ἀνθρώποις σωματικῶς,
καὶ ἡ γαστήρ σου γέγονεν,
εὐρυχωροτέρα τῶν οὐρανῶν·
διό σε Θεοτόκε,
Ἀγγέλων καὶ ἀνθρώπων,
ταξιαρχίαι μεγαλύνουσι».
Πρὸς τίνα καταφύγω ἄλλην Ἁγνὴ;
ποῦ προσδράμω λοιπὸν καὶ σωθήσομαι;
ποῦ πορευθῶ;
ποίαν δὲ ἐφεύρω καταφυγήν;
ποίαν θερμὴν ἀντίληψιν;
ποῖον ἐν ταῖς θλίψεσι βοηθόν;
Εἰς σὲ μόνην ἐλπίζω,
εἰς σὲ μόνην καυχῶμαι,
καὶ ἐπὶ σὲ θαρρῶν κατέφυγον.
Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν,
μεγαλεῖα τὰ σὰ Θεονύμφευτε,
καὶ τὸν βυθόν,
τὸν ἀνεξερεύνητον ἐξειπεῖν,
τῶν ὑπὲρ νοῦν θαυμάτων σου,
τῶν τετελεσμένων διηνεκῶς,
τοῖς πόθῳ σε τιμῶσι,
καὶ πίστει προσκυνοῦσιν,
ὡς ἀληθῆ Θεοῦ λοχεύτριαν.
Δόξα...
Ἐν ὕμνοις εὐχαρίστοις δοξολογῶ,
καὶ γεραίρω τὸ ἄμετρον ἔλεος,
καὶ τὴν πολλήν,
δύναμίν σου ὁμολογῶ καὶ τὰς εὐεργεσίας σου,
ἂς ὑπερεκένωσας εἰς ἐμέ,
κηρύττω,
μεγαλύνω,
ψυχῇ τε καὶ καρδίᾳ,
καὶ λογισμῷ καὶ γλώσσῃ πάντοτε.
Καὶ νῦν...
Τὴν δέησίν μου δέξαι τὴν πενιχράν,
καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα,
καὶ στεναγμόν,
ἀλλ' ἀντιλαβοῦ μου ὡς ἀγαθή,
καὶ τὰς αἰτήσεις πλήρωσον·
δύνασαι γάρ πάντα ὡς πανσθενοῦς,
Δεσπότου Θεοῦ Μήτηρ,
εἰ νεύσεις ἔτι μόνον,
πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.
Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.
Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὦ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Ἦχος πλ. β'
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἀπόστολοι ἐκ περάτων,
συναθροισθέντες ἐνθάδε,
Γεθσημανῆ τῷ χωρίῳ,
κηδεύσατέ μου τὸ σῶμα,
καὶ σύ, Υἱὲ καὶ Θεέ μου,
παράλαβέ μου τὸ πνεῦμα.
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων,
τῶν θλιβομένων ἡ χαρά,
χριστιανῶν ἡ προστάτις,
Παρθένε Μήτηρ Κυρίου,
ἀντιλαβοῦ μου καὶ ῥῦσαι,
τῶν αἰωνίων βασάνων.
Καὶ σὲ μεσίτριαν ἔχω,
πρὸς τὸν φιλάνθρωπον Θεόν,
μή μου ἐλέγξῃ τὰς πράξεις,
ἐνώπιον τῶν Ἀγγέλων,
παρακαλῶ σε, Παρθένε,
βοήθησόν μοι ἐν τάχει.
Χρυσοπλοκώτατε πύργε,
καὶ δωδεκάτειχε πόλις,
ἡλιοστάλακτε θρόνε,
καθέδρα τοῦ Βασιλέως,
ἀκατανόητον θαῦμα,
πῶς γαλουχεῖς τὸν Δεσπότην;
Δι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν...
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς
ζῶν ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν

χειρῶν σου ἐμελέτων διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ΤΟ ΑΚΟΥΤΕ
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν,
ἁμαρτωλοὶ καὶ ταπεινοί,
καὶ προσπέσωμεν ἐν μετανοίᾳ,
κράζοντες ἐκ βάθους ψυχῆς·
Δέσποινα,
βοήθησον ἐφ' ἡμῖν σπλαγχνισθεῖσα,
σπεῦσον,
ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων,
μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς·
σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα... Καὶ νῦν...
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι·
εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων;
Τὶς δὲ διεφύλαξεν
ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν,
Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεί,
ἐκ παντοίων δεινῶν.
Ψαλμὸς 50
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου· ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους
Ἦχος πλ. δ' ᾨδὴ α' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε,
τερατουργοῦσα ποτέ,
Μωσαϊκὴ ῥάβδος,
σταυροτύπως πλήξασα,
καὶ διελοῦσα θάλασσαν,
Ἰσραὴλ δὲ φυγάδα,
πεζὸν ὁδίτην διέσωσεν,
ἆσμα τῷ Θεῷ ἀναμέλποντα».
Των λυπηρῶν ἐπαγωγαὶ χειμάζουσι
τὴν ταπεινήν μου ψυχήν,
καὶ συμφορῶν νέφη,
τὴν ἐμὴν καλύπτουσι,
καρδίαν Θεονύμφευτε,
ἀλλ' ἡ φῶς τετοκυῖα,
τὸ θεῖον καὶ προαιώνιον,
λάμψον μοι τὸ φῶς τὸ χαρμόσυνον.
Ἐξ ἀμέτρητων ἀναγκῶν καὶ θλίψεων,
καὶ ἐξ ἐχθρῶν δυσμενῶν,
καὶ συμφορῶν βίου,
λυτρωθεὶς Πανάχραντε,
τῇ κραταιᾷ δυνάμει σου,
ἀνυμνῶ μεγαλύνω,
τὴν ἄμετρόν σου συμπάθειαν,
καὶ τὴν εἰς ἐμέ σου παράκλησιν.
Δόξα...
Νῦν πεποιθὼς ἐπὶ τὴν σὴν κατέφυγον,
ἀντίληψιν κραταιάν,
καὶ πρὸς τὴν σὴν σκέπην,
ὁλοψύχως ἔδραμον,
καὶ γόνυ κλίνω Δέσποινα,
καὶ θρηνῶ καὶ στενάζω,
μὴ με παρίδῃς τὸν ἄθλιον,
τῶν Χριστιανῶν καταφύγιον.
Καὶ νῦν...
Οὐ σιωπήσω τοῦ βοᾶν τρανώτατα,
τὰ μεγαλεῖα τὰ σά·
εἰμὴ γὰρ σὺ Κόρη,
πάντοτε προΐστασο,
ὑπὲρ ἐμοῦ πρεσβεύουσα,
τῷ Υἱῷ καὶ Θεῷ σου,
τὶς ἐκ τοσούτου με κλύδωνος,
καὶ δεινῶν κινδύνων ἐρρύσατο.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,
ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,
ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
ᾨδὴ γ' Ὁ Εἱρμὸς ΤΟ ΑΚΟΥΤΕ
«Οὐρανίας ἁψῖδος,
ὀροφουργὲ Κύριε,
καὶ τῆς Ἐκκλησίας Δομῆτορ,
σὺ με στερέωσον,
ἐν τῇ ἀγάπῃ τῇ σῇ,
τῶν ἐφετῶν ἡ ἀκρότης,
τῶν πιστῶν τὸ στήριγμα,
μόνε φιλάνθρωπε».
Ἀπορήσας ἐκ πάντων,
ὀδυνηρῶς κράζω σοι·
πρόφθασον θερμὴ προστασία,
καὶ σὴν βοήθειαν,
δὸς μοι τῷ δούλῳ σου,
τῷ ταπεινῷ καὶ ἀθλίῳ,
τῷ τὴν σὴν ἀντίληψιν,
ἐπιζητοῦντι θερμῶς.
Ἐθαυμάστωσας ὄντως,
νῦν ἐπ' ἐμοὶ Δέσποινα,
τὰς εὐεργεσίας σου Κόρη,
καὶ τὰ ἐλέη σου·
ὅθεν δοξάζω σε,
καὶ ἀνυμνῶ καὶ γεραίρω,
τὴν πολλὴν καὶ ἄμετρον,
κηδεμονίαν σου.
Δόξα...
Καταιγὶς με χειμάζει,
τῶν συμφορῶν Δέσποινα,
καί τῶν λυπηρῶν τρικυμίαι,
καταποντίζουσιν·
ἀλλὰ προφθάσασα,
χεῖρά μοι δὸς βοηθείας,
ἡ θερμὴ ἀντίληψις,
καὶ προστασία μου.
Καὶ νῦν...
Ἀληθῆ Θεοτόκον,
ὁμολογῶ Δέσποινα,
σὲ τὴν τοῦ θανάτου τὸ κράτος,
ἐξαφανίσασαν·
ὡς γὰρ φυσίζωος,
ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾅδου,
πρὸς ζωὴν ἀνήγαγες,
εἰς γῆν με ῥεύσαντα.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,
ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,
ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα Ἦχος β'
Τὰ ἄνω ζητῶν ΤΟ ΑΚΟΥΤΕ
Πρεσβεία θερμή,
καὶ τεῖχος ἀπροσμάχητον,
ἐλέους πηγή,
τοῦ κόσμου καταφύγιον,
ἐκτενῶς βοῶμέν σοι·
Θεοτόκε Δέσποινα, πρόφθασον,
καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς,
ἡ μόνη ταχέως προστατεύουσα.
ᾨδὴ δ' ΤΟ ΑΚΟΥΤΕ
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις,
σὺ Θεός μου, σύ μου ἀγαλλίαμα,
ὁ πατρικοὺς κόλπους μὴ λιπών,
καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος·
διὸ σὺν τῷ Προφήτῃ Ἀββακούμ σοι κραυγάζω·
τῇ δυνάμει σου δόξα φιλάνθρωπε».
Καὶ ποῦ λοιπόν, ἄλλην εὑρήσω ἀντίληψιν;
ποῦ προσφύγω; ποῦ δὲ καὶ σωθήσομαι;
τίνα θερμὴν ἔξω βοηθόν,
θλίψεσι τοῦ βίου καὶ ζάλαις οἴμοι! κλονούμενος;
Εἰς σὲ μόνην ἐλπίζω, καὶ θαρρῶ καὶ καυχῶμαι,
καὶ προστρέχω τῇ σκέπῃ σου σῶσον με.
Τὸν ποταμόν, τὸν γλυκερόν τοῦ ἐλέους σου,
τὸν πλουσίαις δωρεαῖς δροσίσαντα,
τὴν παναθλίαν καὶ ταπεινήν,
πάναγνε ψυχήν μου, τῶν συμφορῶν καί τῶν θλίψεων,
καμίνῳ φλογισθεῖσαν, μεγαλύνω κηρύττω,
καὶ προστρέχω τῇ σκέπῃ σου σῶσον με.
Δόξα...
Σὲ τὴν ἁγνήν, σὲ τὴν Παρθένον καὶ ἄσπιλον,
μόνην φέρω, τεῖχος ἀπροσμάχητον,
καταφυγὴν σκέπην κραταιάν,
ὅπλον σωτηρίας μὴ με παρίδῃς τὸν ἄσωτον,
ἐλπὶς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία,
θλιβομένων χαρὰ καὶ ἀντίληψις.
Καὶ νῦν...
Πῶς ἐξειπεῖν, σοῦ κατ' ἀξίαν δυνήσομαι,
τοὺς ἀμέτρους, οἰκτιρμοὺς ὦ Δέσποινα,
τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν,
δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας;
Ἀλλ' ὢ τῆς σῆς προνοίας, καί τῆς εὐεργεσίας,
ἧς ἀφθόνως αὐτὸς παραπήλαυσα!
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,
ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,
ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
ᾨδὴ ε' ΤΟ ΑΚΟΥΤΕ
«Ἵνα τί με ἀπώσω,
ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον,
καὶ ἐκάλυψέ με,
τὸ ἀλλότριον σκότος τὸν δείλαιον·
ἀλλ' ἐπίστρεψόν με,
καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου,
τάς ὁδούς μου κατεύθυνον δέομαι».
Εὐχαρίστως βοῶ σοι·
χαῖρε Μητροπάρθενε, χαῖρε Θεόνυμφε
χαῖρε θεία σκέπη,
χαῖρε ὅπλον καὶ τεῖχος ἀπόρθητον,
χαῖρε προστασία,
καὶ βοηθὲ καὶ σωτηρία,
τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.
Οἱ μισοῦντες με μάτην,
βέλεμνα καὶ ξίφη καὶ λάκκον ηὐτρέπισαν,
καὶ ἐπιζητοῦσι,
τὸ πανάθλιον σῶμα σπαράξαι μου,
καὶ καταβιβάσαι,
πρὸς γῆν Ἁγνὴ ἐπιζητοῦσιν·
ἀλλ' ἐκ τούτων προφθάσασα σῶσόν με.
Δόξα...
Ἀπὸ πάσης ἀνάγκης,
θλίψεως καὶ νόσου καὶ βλάβης με λύτρωσαι,
καὶ τῇ σῇ δυνάμει,
ἐν τῇ σκέπῃ σου φύλαξον ἄτρωτον,
ἐκ παντὸς κινδύνου,
καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων,
καὶ μισούντων με Κόρη πανύμνητε.
Καὶ νῦν...
Τὶ σοι δῶρον προσάξω,
τῆς εὐχαριστίας ἀνθ' ὧνπερ ἀπήλαυσα,
τῶν σῶν δωρημάτων,
καί τῆς σῆς ἀμέτρητου χρηστότητος;
Τοιγαροῦν δοξάζω,
ὑμνολογῶ καὶ μεγαλύνω,
σοῦ τὴν ἄμετρον πρός με συμπάθειαν.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,
ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,
ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
ᾨδὴ ς' ΤΟ ΑΚΟΥΤΕ
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,
καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις,
ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη,
καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε,
καὶ δέομαι ὡς Ἰωνᾶς·
Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε».
Τὰ νέφη, τῶν λυπηρῶν ἐκάλυψαν,
τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν,
καὶ σκοτασμὸν ἐμποιοῦσι μοι Κόρη,
ἀλλ' ἡ γεννήσασα φῶς τὸ ἀπρόσιτον,
ἀπέλασον ταῦτα μακράν,
τῇ ἐμπνεύσει τῆς θείας πρεσβείας σου.
Παράκλησιν, ἐν ταῖς θλίψεσιν οἶδα,
καί τῶν νόσων ἰατρὸν σε γινώσκω,
καὶ παντελῆ συντριμμὸν τοῦ θανάτου,
καὶ ποταμὸν τῆς ζωῆς ἀνεξάντλητον,
καὶ πάντων τῶν ἐν συμφοραῖς,
ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.
Δόξα...
Οὐ κρύπτω σου, τὸν βυθὸν τοῦ ἐλέους,
καὶ τὴν βρύσιν τῶν ἀπείρων θαυμάτων,
καὶ τὴν πηγὴν τὴν ἀέναον ὄντως,
τῆς πρὸς ἐμὲ συμπαθείας σου Δέσποινα·
ἀλλ' ἅπασιν ὁμολογῶ,
καὶ βοῶ καὶ κηρύττω καὶ φθέγγομαι.
Καὶ νῦν...
Ἐκύκλωσαν, αἱ τοῦ βίου με ζάλαι,
ὥσπερ μέλισσαι κηρίον Παρθένε,
καὶ τὴν ἐμὴν κατασχοῦσαι καρδίαν,
κατατιτρώσκουσι βέλει τῶν θλίψεων·
ἀλλ' εὕροιμί σε βοηθόν,
καὶ διώκτην καὶ ῥύστην Πανάχραντε.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,
ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,
ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κοντάκιον Ἦχος β' ΤΟ ΑΚΟΥΤΕ
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,
μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε.
Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,
ἀλλὰ πρόφθασον, ὡς ἀγαθή,
εἰς τὴν βοήθειαν ἡμῶν,
τῶν πιστῶς κραυγαζόντων σοι·
Τάχυνον εἰς πρεσβείαν,
καὶ σπεῦσον εἰς ἱκεσίαν,
ἡ προστατεύουσα ἀεί,
Θεοτόκε, τῶν τιμώντων σε.
ᾨδὴ ζ' ΤΟ ΑΚΟΥΤΕ
«Παῖδες Ἑβραίων ἐν καμίνῳ,
κατεπάτησαν τὴν φλόγα θαρσαλέως,
καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες·
Εὐλογητὸς εἶ Κύριε,
ὁ Θεὸς εἰς τοὺς αἰώνας».
Φῶς ἡ τεκοῦσα Θεοτόκε,
σκοτισθέντα με νυκτὶ ἁμαρτημάτων,
φωταγώγησον σύ, φωτὸς οὖσα δοχεῖον,
τὸ καθαρὸν καὶ ἄμωμον,
ἵνα πόθῳ σε δοξάζω.
Σκέπη γενοῦ καὶ προστασία,
καὶ ἀντίληψις καὶ καύχημα Παρθένε,
γυμνωθέντι μοι νῦν, ἁπάσης βοηθείας,
ἀβοήθητων δύναμις,
καὶ ἐλπὶς ἀπηλπισμένων.
Δόξα...
Ὅλῃ ψυχῇ καὶ διανοίᾳ,
καὶ καρδίᾳ σε καὶ χείλεσι δοξάζω,
ἀπολαύσας τῶν σῶν, μεγάλων χαρισμάτων
ἀλλ' ὢ τῆς σῆς χρηστότητος,
καὶ ἀπείρων σου θαυμάτων!
Καὶ νῦν...
Βλέψον ἱλέῳ ὄμματί σου,
καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω,
καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων,
καὶ πειρασμῶν με λύτρωσαι,
ἀμετρήτῳ σου ἐλέει.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,
ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,
ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
ᾨδὴ η' ΤΟ ΑΚΟΥΤΕ
«Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα,
καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπαρθένου,
τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα,
Κύριον ὑμνεῖτε,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
Διὰ σπλάγχνα ἐλέους σου Παρθένε,
μὴ παρίδῃς σεμνή, ποντούμενόν με σάλῳ,
βιοτικῶν κυμάτων,
ἀλλὰ δίδου μοι χεῖρα βοηθείας,
καταπονουμένῳ, κακώσεσι τοῦ βίου.
Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι,
εὕροσάν με Ἁγνή, καὶ συμφοραί τοῦ βίου,
καὶ πειρασμοὶ με πάντοθεν ἐκύκλωσαν·
ἀλλὰ πρόστηθί μοι,
καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ σου σκέπῃ.
Δόξα...
Ἐν ταῖς ζάλαις ἐφεῦρον σε λιμένα,
ἐν ταῖς λύπαις χαρὰν καὶ εὐφροσύνην,
καὶ ἐν ταῖς νόσοις ταχινὴν βοήθειαν,
καὶ ἐν τοῖς κινδύνοις,
ῥύστιν καὶ προστάτιν, ἐν τοῖς πειρατηρίοις.
Καὶ νῦν...
Χαῖρε θρόνε πυρίμορφε Κυρίου,
χαῖρε θεία καὶ μανναδόχε στάμνε,
χαῖρε χρυσὴ λυχνία, λαμπὰς ἄσβεστος,
χαῖρε τῶν παρθένων δόξα καὶ μητέρων,
ὡράϊσμα καὶ κλέος.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,
ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,
ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
ᾨδὴ θ' ΤΟ ΑΚΟΥΤΕ
«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός,
καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα,
ὅτι Θεός,
ὤφθη τοῖς ἀνθρώποις σωματικῶς,
καὶ ἡ γαστήρ σου γέγονεν,
εὐρυχωροτέρα τῶν οὐρανῶν·
διό σε Θεοτόκε,
Ἀγγέλων καὶ ἀνθρώπων,
ταξιαρχίαι μεγαλύνουσι».
Πρὸς τίνα καταφύγω ἄλλην Ἁγνὴ;
ποῦ προσδράμω λοιπὸν καὶ σωθήσομαι;
ποῦ πορευθῶ;
ποίαν δὲ ἐφεύρω καταφυγήν;
ποίαν θερμὴν ἀντίληψιν;
ποῖον ἐν ταῖς θλίψεσι βοηθόν;
Εἰς σὲ μόνην ἐλπίζω,
εἰς σὲ μόνην καυχῶμαι,
καὶ ἐπὶ σὲ θαρρῶν κατέφυγον.
Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν,
μεγαλεῖα τὰ σὰ Θεονύμφευτε,
καὶ τὸν βυθόν,
τὸν ἀνεξερεύνητον ἐξειπεῖν,
τῶν ὑπὲρ νοῦν θαυμάτων σου,
τῶν τετελεσμένων διηνεκῶς,
τοῖς πόθῳ σε τιμῶσι,
καὶ πίστει προσκυνοῦσιν,
ὡς ἀληθῆ Θεοῦ λοχεύτριαν.
Δόξα...
Ἐν ὕμνοις εὐχαρίστοις δοξολογῶ,
καὶ γεραίρω τὸ ἄμετρον ἔλεος,
καὶ τὴν πολλήν,
δύναμίν σου ὁμολογῶ καὶ τὰς εὐεργεσίας σου,
ἂς ὑπερεκένωσας εἰς ἐμέ,
κηρύττω,
μεγαλύνω,
ψυχῇ τε καὶ καρδίᾳ,
καὶ λογισμῷ καὶ γλώσσῃ πάντοτε.
Καὶ νῦν...
Τὴν δέησίν μου δέξαι τὴν πενιχράν,
καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα,
καὶ στεναγμόν,
ἀλλ' ἀντιλαβοῦ μου ὡς ἀγαθή,
καὶ τὰς αἰτήσεις πλήρωσον·
δύνασαι γάρ πάντα ὡς πανσθενοῦς,
Δεσπότου Θεοῦ Μήτηρ,
εἰ νεύσεις ἔτι μόνον,
πρὸς τὴν ἐμὴν οἰκτρὰν ταπείνωσιν.
Μεγαλυνάρια
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.
Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὦ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, (ἐκ γ')
Δόξα... Καὶ νῦν...
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ἦχος πλ. β'
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα...
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν...
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Ἦχος γ'
Ὁ οὐρανὸν τοῖς ἄστροις ΤΟ ΑΚΟΥΤΕ
Ἀπόστολοι ἐκ περάτων,
συναθροισθέντες ἐνθάδε,
Γεθσημανῆ τῷ χωρίῳ,
κηδεύσατέ μου τὸ σῶμα,
καὶ σύ, Υἱὲ καὶ Θεέ μου,
παράλαβέ μου τὸ πνεῦμα.
Ὁ γλυκασμὸς τῶν Ἀγγέλων,
τῶν θλιβομένων ἡ χαρά,
χριστιανῶν ἡ προστάτις,
Παρθένε Μήτηρ Κυρίου,
ἀντιλαβοῦ μου καὶ ῥῦσαι,
τῶν αἰωνίων βασάνων.
Καὶ σὲ μεσίτριαν ἔχω,
πρὸς τὸν φιλάνθρωπον Θεόν,
μή μου ἐλέγξῃ τὰς πράξεις,
ἐνώπιον τῶν Ἀγγέλων,
παρακαλῶ σε, Παρθένε,
βοήθησόν μοι ἐν τάχει.
Χρυσοπλοκώτατε πύργε,
καὶ δωδεκάτειχε πόλις,
ἡλιοστάλακτε θρόνε,
καθέδρα τοῦ Βασιλέως,
ἀκατανόητον θαῦμα,
πῶς γαλουχεῖς τὸν Δεσπότην;
Δι' εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου