Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Τρίτη 19 Σεπτεμβρίου 2017

«Χαίρε, το κλέος της Μεσσηνίας· χαίρε, η πύλη της ευσπλαγχνίας. Χαίρε πάντων βοήθεια»

Σήμερα 20 Σεπτεμβρίου, η Εκκλησία μας εορτάζει τη Σύναξη της Παναγίας της  Βουλκανιώτισσας στην Μεσσηνία.
Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Μεσσηνίας ἁπάσης προσκυνοῦμεν τὸ καύχημα, τὴν θαυματουργόν Σου Εἰκόνα, Βουλκανιώτισσα Δέσποινα, βλυστάνουσαν ἀφθόνως δωρεάς, χαρίτων οὐρανίων τοῖς πιστοῖς, καὶ φρουροῦσαν πανταχόθεν τὴν Σὴν Μονήν, τῷ πόθῳ καυχωμένην Σοι. Δόξα τοῖς θαυμασίοις Σου Ἁγνή, δόξα τῇ θείᾳ σκέπῃ Σου, δόξα τῇ πρὸς ἡμᾶς Σου ἀγαθῇ, προνοία Ἄχραντε.
Κοντάκιον
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὴν παναλκῆ Σου, χεῖρα Κόρη Βουλκανιώτισσα, μὴ ἀντανέλῃς ἀφ’ ἡμῶν ἐκδυσωποῦμέν Σε, τὰς πολλάς Σου ἀνυμνοῦντες θαυματουργίας, ἀλλ’ ὡς πάλαι τὸν λαὸν Μεσσήνης ἔσωσας, οὕτω δίδου καθ’ ἑκάστην τὰ συμφέροντα, τοῖς βοῶσί Σοι· Χαῖρε πάντων βοήθεια.
Κάθισμα
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μετὰ τὴν α΄ στιχολογίαν
Βουλκάνου ἀληθῶς, τὴν Μονὴν ἀγλαΐζεις, Παρθένε Μαριάμ, Σῆς Μορφῆς τῇ εἰκόνι, πρὸς Ἣν καταφεύγομεν, τῶν πιστῶν πλήθη κράζοντα· Βουλκανιώτισσα, ἡμῶν ἐλπίδων τὸ σκάφος, καθοδήγησον, εἰς γαληνούς Σου λιμένας, ἡμᾶς θαλαττεύοντας.
Ἕτερον Κάθισμα
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Μετὰ τὴν β΄ στιχολογίαν
Κατεπλάγησαν Ἁγνή, τῶν Μεσσηνίων οι χοροί, καθορῶντες θαυμαστήν, θαυματουργίας σου σπουδήν, ὅτε λοιμοῦ τε ἐῤῥύσω θανατηφόρου, πόλιν τὴν αὐτῶν, κινδυνεύουσαν, ὅθεν νῦν σεπτῶς, τὴν ἀνάμνησιν, ποιοῦμεν Κόρη, θείαν Σου εἰκόνα, ἐν τῇ νυκτὶ λιτανεύοντες, καὶ μαρτυροῦμεν Σὴν προστασίαν, παναλκῆ τοῖς καλοῦσί Σε.
Ἕτερον Κάθισμα
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Μετὰ τὸν Πολυέλεον
Ἐπεφάνη χάριτος, πλήρης γλυκείας, ἡ εἰκών Σου Δέσποινα, χαροποιοῦσα τὰς ψυχάς, τῶν Μεσσηνίων βοώντων Σοι· Χαίροις Παρθένε, Βουλκάνου τὸ καύχημα.
Ἕτερον Κάθισμα
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὀσμῇ μύρων ἔδραμε τῆς εὐδοκίας τῆς Σῆς, Μονὴ ἡ τιμῶσά Σε τῆς τοῦ Βουλκάνου ἁγνή, ἣ κόλποις κατέχουσα, θείαν Σου τὴν εἰκόνα, Βουλκανιώτισσα Κόρη, ὅλη ἀγαλλομένη θέα ταύτης κραυγάζει· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
Ὁ Οἶκος
Ἄγγελοι ἀοράτως, τὴν σεπτήν Σου εἰκόνα, ὀψὲ ἐν χαρᾷ περικυκλοῦσιν, ἡμεῖς δὲ ἐν νυκτὶ εὐλαβῶς μετὰ δέους λιτανεύοντες Βουλκανιώτισσα, ὑμνοῦμέν σου τὰς χάριτας, καὶ πόθῳ βοῶμέν Σοι ταῦτα·

Χαῖρε, τὸ κλέος τῆς Μεσσηνίας· χαῖρε, ἡ πύλη τῆς εὐσπλαγχνίας.
Χαῖρε, νοσημάτων παντοίων ἐλάτειρα· χαῖρε, Ἐκκλησίας ἁπάσης ἡ πρέσβειρα.
Χαῖρε, ὅτι κατεκόσμησας, τοῦ Βουλκάνου τὴν Μονήν· χαῖρε, ὅτι κατεφαίδρυνας, τῆς Μεσσήνης τὸν λαόν.
Χαῖρε, οὐρανίων ἐρώτων φίλτρον τὸ θεῖον· χαῖρε, εὐχῆς νοερᾶς οὐράνιον ταμεῖον.
Χαῖρε, καλῶς βρῦσις ἡ ἀείῤῥυτος· χαῖρε, ἐλπὶς ἡμῶν ἀνενδοίαστος.
Χαῖρε, ἐν ᾗ Ἀδὰμ ἐνεδύθη· χαῖρε, δι’ ἧς Σατὰν ἐγυμνώθη.

Χαῖρε πάντων βοήθεια.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου