Κύριε Ιησού Χριστέ, Ελέησόν με ...

Σάββατο, 15 Ιουλίου 2017

Παρακλητικός κανών εις τον Άγιον Ιερομάρτυρα Ερμόλαον τον Ιαματικόν

υπό Αρχιμ. Νικόδημου Παυλοπούλου, Ηγουμένου I. Μ. Λειμώνος Καλλονής Λέσβου
Ὁ Ἱερεύς: Εὐλογητός ὁΘεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τήἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐδικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου,ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθηνἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού• ἐξελού μέ ἐκ τῶνἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου,ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καίἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Των Ιερέων τον κλεινόν πρωτοστάτην και Παντολέοντος γενναίον αλείπτην Ιερομάρτυρα γεραίρομεν νυν ότι εμαρτύρησεν έν τοις έμπροσθεν χρόνοις και υπερεδόξασε Θαυμαστόν εν Αγίοις, τον αρχηγόν της πίστεως Χριστόν, ω και πρε­σβεύει υπέρ των ψυχών ημών.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Ήχος ο αυτός.

Των Λειτουργούντων τα αμέτρητα πλή­θη και Αναργύρων Ιατρών η χορεία συν των Μαρτύρων τάξεσι, και πάντες ομού, δεύτε και συνέλθωμεν προς ανύμνησιν θείαν του Ιερομάρτυρος Έρμολάου του πάνυ ως Διδασκάλου και κατηχητού Πα­ντελεήμονος άγιου και Μάρτυρος.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.. θεοτοκίον.
Ου σιωπήσομεν ποτέ, Θεοτόκε, τας δυνα­στείας Σου λαλείν οι ανάξιοι- ει μη γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σου- σους γάρ δού­λους σώζεις αεί εκ παντοίων δεινών.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶνσου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καίἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόνἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷκρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡμήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καίὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην,ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶνἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσονἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μήἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέληςἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶστήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μουἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσινἐπί τό θυσιαστήριον σού μόσχους.

Και ευθύς ψάλλομεν τον κανόνα, ου η ακροστιχίς·
«ΔΕΗΣΙΝ ΠΛΕΚΩ ΤΗ ΕΡΜΟΛΑΟΥ ΜΝΗΜΗ.» ΝΙΚΟΔ. Π.

Ωδή Α'. Ήχος πλ. δ'. Ύγράν διοδεύσας...
Δεόμενον δέξαι Ανάργυρε, Ερμόλαε Μάρτυς και δαψίλευσον επ' εμέ την του Παρακλήτου Θείαν Χάριν ην Παντολέοντι πάλαι Συ δέδωκας.

Εχόμενον πλήθεσι και σειραίς εμών εγκλημάτων, Σοι προσέρχομαι, Άγιε εν τε συντριβή και ταπεινώσει και δέομαι Σου απάλλαξον τούτων με.

Ημάρτηκα, πάτερ Ερμόλαε, ως πώττοτε άλλος ήμαρτε κατενώπιον του μόνου άμωμου και αγίου και δέομαι Σου μετάνοιαν δίδου μοι.

Θεοτοκίον.
Σ ωρείαν πταισμάτων εκτίναξον από της ψυχής μου, εγκαθίδρυσον δ' εν εμοί καρδίαν διψώσαν ως έλαφος το ύδωρ Κυρί­ου Ζωοδότου, όπερ ανέβλυσας.


Ώδή Γ'. Ουρανίας αψίδος.
Ιλαρός φάνηθί μοι, θαυματουργέ Άγιε, και της αμαρτίας τον ρύπον Συ μου απόσμιξον πλείστα γάρ οίδας Συ, ως παιδευτής εν Κυρίω ιερά μαθήματα νυν παραθείναι μοι.

Νουν Χριστού φύτευσόν μοι, κατηχητά άριστε, ως Παντελεήμονι πάλαι Μεγαλομάρτυρι νουν ουρανόφρονα και καιομένην καρδίαν υπό Θείου έρωτος Συ ενεφύτευσας.
Πονηρού νυν τα βέλη και τας ενέδρας διάλυσον και του αμφιβλήστρου δαιμόνων Συ με απάλλαξον συ γάρ επάλαισας προς τον αρχέκακον όφιν και τας ελεπόλεις Συ τούτου κατέθραυσας.

Θεοτοκίον.
Λέων ώσπερ και σκύμνος περιπατών ο διάβολος την εμήν ψυχήν διαρπάσαι ζητεί Θεόνυμφε αλλά Συ φάνηθι νυν αρωγός και προστάτης και εμέ εκλύτρωσαι τούτου ως τάχιον.


Διάσωσον από κινδύνων σους δούλους, Άγιε πάτερ, ότι πάντες εν ασθενείαις Σοι καταφεύγομεν αιτούμενοι ίασιν και υγείαν.

Επτίβλεψον εν ευμενεία πανύμνητε Θεοτό­κε επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.

Μικρά δέησις και ψάλλομεν το κάθισμα.

Ήχος β'. Τα άνω ζητών...
Ανάργυρον, πιστοί, τον Θείον Ερμόλαον εν ύμνοις τάνύν υμνήσωμεν κραυγάζοντες Χαίροις Πάτερ κλεινέ, και της πίστε­ως πρόμαχε, Νικομήδειας, Μάρτυς ιερέ, και πάντας ταχέως υπεράστησον.

Ωδή Δ'. Εισακήκοα Κύριε...
Εισακήκοα, Άγιε, της Νικομήδειας φρικτόν μαρτύριον κατενόησα την κάμινον, εμακάρισά τε την Σην πρόνοιαν.

Καιομένου επάκουσον υπό αμαρτίας, κλεινέ Ερμόλαε, και την κάμινον κατάσβεσον, ην ο πονηρός μοι επροσήναψεν.

Ωραιότητος γέγονα έρημος ο τάλας των αρετών πασών δουλωθείς τω κοσμοκράτορι και τα σκότους έργα προαιρούμενος.
Θεοτοκίον.
Τιμωρίας ήλόγησα, ης οι κάκεργάται τότε μεθέξουσι εν ήμερα τη της κρίσε­ως καθεκάστην ενεργών, Μήτερ, τα άτοπα.

Ωδή Ε'. Φώτισον ήμας...
Ήκιστα, σοφέ, εμελέτησα τα Λόγια τα εν Ευαγγελίω αγνά και εις τον γνόφον της αγνοίας εναυάγησα.

Εύροιμί Σε νυν παιδευτήν τε και διδάσκαλον ως Παντελεήμων ο κλεινός και αντιλήπτορα και πρέσβυν απροσμάχητον.

Ρύσαι, αγαθέ, των παγίδων του αλάστορος έτι δε δουλείας των παθών της αμα­θείας διαλύων την σκοτόμαιναν.
Θεοτοκίον.
Μέμνησο κάμου εντυγχάνουσα πρός Κύριον εκτενώς τε εύχου δι' εμέ ως παρρησίαν κεκτημένη απαράμιλλον.

Ωδή ΣΤ'. Την δέησιν...
Ο Άξιος Αμπελώνος εργάτης συν Ερμίππω Ερμοκράτη οικεί νυν εν ταις αυλαίς ουρανών ταις αγίαις και απολαύει των πόνων τον στέφανον δεόμενος υπέρ η­μών συναθλείν μετά πάντων αείποτε.

Λυτρούμενος της πύρας ην καθήψεν ο δεινός αυτοκράτωρ της Ρώμης εν τω Ναώ και κατέκαυσε τότε συν τω Ανθίμω πιστών ως που είκοσι ανθρώπων χιλιάδας, νυν και εμέ του πυρός Συ εξάρπασον.

Ανεύρε Σε συγκρυπτόμενον πάτερ τοις συνάθλοις Σου πατράσιν ο άρχων ότε αυτώ Παντολέων εξείπε την ιδιότητα Σου την παγγέραστον γενού κάμοι κατηχητής ως εκείνω και δος μοι επίγνωσιν.
Θεοτοκίον.
Ο κλύδων με των αμέτρων πταισμάτων εκταράττει και βυθώ με καθέλκει, διηνεκώς αμαρτίας, Παρθένε, αλλά προφθάσασα χείρα μοι έκτεινον και δίδου μοι προς γαληνούς μετανοίας λιμένας ορμίζεσθαι.

Άγιε ο διά λόγου τον Λόγον ανερμηνεύτως Παντολέοντι γενναίω μορφώσας επάκουσον και δίδου μοι μαρτυρίας την χάριν.
Άχραντε η διά λόγου τον Λόγον...

Δέησις μικρά και ευθύς το Κοντάκιον.

Ήχος β'. Προστασία...
Ερμηνεύ Χρίστου λογίων, πανάριστε, Παντολέοντος διδάσκαλε μέγιστε καιAνάργυρε - ως άλλων η πλειάς - Συ εκζήτησον κάμε και οδήγησον ορθώς εις οδόν του Κυρίου μου τρέχειν τε και βαδίζειν άλ­λους δ' αεί φωτίζειν ως παρρησίαν προς Θεόν κεκτημένος Συ Έρμόλαε.


Προκείμενον.
Θαυμαστός ο Θεός εν τοις Αγίοις Αυτού.
Στίχ. Τοις αγίοις τοις εν τη γη Αυτού εθαυμάστωσεν ο Κύριος.

ΕΥΑΓΓΕΛΙΟΝ
Εκ του κατά Ματθαίον (ι', 1. 5-8).
Τω καιρώ εκείνω, προσκαλεσάμενος ο Ιησούς τους δώδεκα Μαθητάς αυτού, έδωκεν αυτοίς εξουσίαν κατά πνευ­μάτων ακαθάρτων, ώστε εκβάλλειν αυτά και θεραπεύειν πάσαν νόσον και πάσαν μαλακίαν. Τούτους απέστειλεν ό Ιησούς, παραγγείλας αυτοίς, λέγων. Εις οδόν ε­θνών μη απέλθητε, και εις πόλιν Σαμαρειτών μη εισέλθητε. Πορεύεσθε δε μάλλον προς τα πρόβατα τα απολωλότα οίκου Ισραήλ. Πορευόμενοι δε κηρύσσετε, λέ­γοντες· Ότι ήγγικεν η βασιλεία των ου­ρανών. Ασθενούντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς εγείρετε, δαιμόνια εκβάλλετε, δωρεάν ελάβετε δωρεάν δότε.

Δόξα Σοι, Κύριε, δόξα Σοι.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταις του Αναργύρου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων, ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶνἐγκλημάτων.

Στίχ. Ελεήμον, ελέησόν με, ο Θεός, κατά το μέγα έλεός Σου, και κατά το πλήθος των οίκτιρμών Σου εξάλειψον το ανόμημά μου.

Ήχος πλ. Β΄ Όλην αποθεμένοι...
Όλην συλλεξάμενος, την των Γραφών επιστήμην και παθών υπέρτερος, τον Χριστόν εκήρυξας, παναοίδιμε, και Αυτόν εμόρφωσας εν αγνή καρδία μαθητού Σου Παντολέοντος ον και ανέδειξας Μάρτυρα Ανάργυρον μεγΐστον και τούτω ηκολούθησας δεύτερος πιών το ποτήριον Συ ουν δίδαξαν με εκκλίνειν μηχανίας του εχθρού και εφαρμόζειν το θέλημα του Θεού το άγιον.

Ἱερεύς:

Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων• τῶνἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦΧρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶνἈλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦΤροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίωνἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Τοῦ ἁγίου ἐνδόξου καί καλλινίκου Ιερομάρτυρος Επμολάου του Αναργύρου. καί πάντων σου τῶνἉγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ωδή Ζ'. Οι εκ της Ιουδαίας...
Υπηρέτης Κυρίου ως υπήρξας, Ερμόλαε αγιώτατε, κάμε υπηρετείν Σοι και πράττειν του Κυρίου το πανάγιον θέλημα αξίωσον και υμνείν Θεόν ευλογημένον.

Μοναστών βίου τρόπον και ανάργυρον δράσιν, πάτερ, επέδειξας αγνεύων και κηρύττων και πάντας θεραττεύων ως ηθέλησε Κύριος ο των Πατέρων ημών Θεός ευλογημένος.

Ν οεράν προσευχήν Συ και παννύχιον στάσιν πάτερ εβίωσας δεόμενος Κυρίω νηστεία χαμευνία, αγρυπνία και άλλαις τε ασκητικαίς αρεταίς, Θεώ ευλογημένω.

Θεοτοκίον.
Ήμαρτε και καθ' ύπνον θέλημα Σου παρέβην, Παρθένε πάνσεμνε άλλ' οίκτειρόν με σώσον ως πρεσβεύουσα μόνη Κυρίω πάντοτε τω των Πατέρων ημών Θεώ ευλογημένω.

Ωδή Η'. Τον βασιλέα...
Μονώτατόν με άμαρτίαις παντοίαις πεπαρμένον διάσωσον, πάτερ, και αξίωσον με τυχείν της σωτηρίας.

Ημάρτηκά Σοι ως ουδείς ποτέ άλλος και ελύπησα πανάγιον Πνεύμα άλλ' επίστρεψόν με υπό την τούτου σκέπην.

Μενοσηκότα κατά σάρκα και πνεύμα και κλινήρη τυγχάνοντα, Πάτερ, Συ εξέγειρόν με υμνείν σε εκ καρδίας.

Θεοτοκίον.
Ιδιωτεύειν με τω λόγω Παρθένε, και λαλείν απορούντα προσδέχου Συ η Θεόν Λόγον σαρκί γεγεννηκυία.

Ωδή Θ'. Κυρίως Θεοτόκον.

Κύρω και Ιωάννη και τοις Αναργύροις Συ κατηρίθμησαι, πάτερ Ερμόλαε, και μετά τούτων απάντων πόλον κατώκησας.

Ομόνοιαν αγάπην και μακροθυμίαν αγαθωσύνην τε, πάτερ Ερμόλαε, χαράν, ειρήνην, εγκράτειαν Συ μοι βράβευσον.

Δεόμεθά Σου, Πάτερ, μετά Σων συνάθλων του συμβαδίζειν αεί ως φιλάδελφος και ενισχύειν άσφάλτως βαδίζειν πάν­τοτε.

Θεοτοκίον.
Παρθένε Θεοτόκε, επί Σε προσφεύγω το καταφύγιον πάντων το άμισθον και εξαιτούμαι ευρείν Σε σκέπην ασάλευτον.

Άξιον έστιν... και τά ΜΕΓΑΛΥΝΑΡΙΑ ών ή άκροστιχίς· ΝΙΚΟΔΗΜΟΥ

Νόσους θεραπεύοντα των ψυχών αλλά και σωμάτων ως ανάργυρον θαυμαστόν ομολογώ κηρύττω Ερμόλαον τον Θείον και τούτω καταφεύγω ευρείν την ίασιν.

Ιασαί με πάτερ Ερμόλαε και δος μοι υγείαν ην επόθησα του λαβείν εν τω ΣεπτωΝαω Σου προσφεύγων και λειψάνοις τοις Σοις αεί προσπίπτων και Σου δεόμενος.

Κόσμον καθοδήγησον προς Χριστόν Ερμόλαε Πάτερ, ως εδίδαξας τον λαόν τον της Νικομήδειας, Παντελεήμονα τε, τον μέγαν εν τοις Μάρτυσι και πανθαύμαστον.

Όλον με συμφύρεσθαι καθορών τοις πάθεσι, πάτερ, της σαρκός και του πνεύματος καθάρισον άμα και τω Χριστώ παράθου και φόβον τον Εκείνου εν εμοί φύτευσον.

Δέομαί Σου Πάτερ Ερμόλαε, και αντιβολώ Σε νεολαίαν Σου στήριξον και σώσον κινδύνων των εκ του μισοκάλου ως ποτε Συ ερρύσω Παντελεήμονα.

Ημάρτηκα σώσον, Ερμόλαε, ηνόμησα, Πάτερ, και Θεόν παρεπίκρανα αλλά Σην μοι δίδου βοήθειαν εξ ύψους και ενδυνάμωσόν με Χριστώ συντάσσεσθαι.

Μονή του Λειμώνος, Ανάργυρε, Ερμό λαε, πάτερ, καταφεύγω και δέομαι προσπίπτων Λειψάνοις τοις τεθησαυρισμένοις του έλεος ευρείν με και χάριν λήψεσθαι.

Ομοίως προστρέχω τω Σω Ναώ εν Παλαιοκήπω τω της Γέρας, τω Ιερώ, και σε λιτανεύω και δέομαι και κράζω Ερμόλαε τρισμάκαρ Συ μοι βοήθησον.

Υμνείν Σε αξίως, αξίωσον διδάσκαλε λόγων τε και πράξεων αγαθών ώστε Σε μιμείσθαι οπίσω τε βαδίζειν αγίων Σω βημάτων και καταρτίζεσθαι.

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν,ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον 
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖςὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
και το Απολυτίκιον του Αγίου.

Ήχος δ'.
Ως στύλος υπέρλαμπρος της Εκκλη­σίας Χρίστου, ο λύχνος ο άσβεστος της Οικουμένης Σοφέ, εδείχθης Ερμόλαε, έλαμψας εν τω κόσμω, δια του μαρτυρίου, δαίμονας εκδιώκων και λεπρούς καθαρίζων, διό τοις Σε ποθούσιν πιστώς βρύεις ιάματα.

Δέησις μεγάλη και Απόλυσις, εν δε τω ασπάζεσθαι την Εικόνα.

Τροπάριον. Ήχος β'. Ότε εκ του ξύλου Σε...

Δεύτε και προσπέσωμεν, πιστοί, τω Ναώ τω Θείω και μέγα του Ερμολάου τουτί και κατασπασώμεθα τούτου τα Λεί­ψανα ιεράν τε και πάνσεπτον αγίαν εικό­να και καθικετεύσωμεν εκλιπαρούντες Αυτόν Πάτερ σου δεόμεθα ρύσαι πάσης θλίψεώς τε και νόσου και απάλλαξον ημάς του πολεμήτορος.

Θεοτοκίον.
Δέσποινα πρόσεξαι τας δεήσεις των δούλων Σου και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Ὁ Ἱερεύς:
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Από το βιβλίο "Βίος μετά ακολουθίας Ιεράς παρακλήσεως του Αγίου Ιερομάρτυρα Ερμολάου του Ιαματικού" 
Έκδοσις Πνευματικού Κέντρου Ιερού Ναού Αγίου Ερμολάου Παλαιοκήπου Μυτιλήνης

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου