Κύριε μου, Ιησού Χριστέ, ελέησόν με

Πέμπτη 13 Ιουλίου 2017

Παρακλητικός κανών και Χαιρετισμοί Οσίου Γερασίμου Πηλίου

Στις 15 Σεπτεμβρίου εκτός των άλλων εορτάζει και ο Όσιος Γεράσιμος ο κτήτορας της Ι.Μ Αγίας Τριάδος στο Πήλιο.

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΟΣΙΟΥ ΓΕΡΑΣΙΜΟΥ ΠΗΛΙΟΥ

Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς· 

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ θεοφόρῳ Γερασίμῳ προσπέσωμεν, οἱ ταῖς τοῦ βίου τρικυμίαις ποντούμενοι, ἀπὸ βαθέων κράζοντες ψυχῆς πρὸς αὐτόν· ἅγιε Γεράσιμε, τῇ θερμῇ σου πρεσβείᾳ, σπεῦσον ἐξελοῦ ἡμᾶς, πειρασμῶν καὶ κινδύνων, καὶ Βασιλείας πάντας οὐρανῶν, ἀξιωθῆναι ἱκέτευε Ὅσιε.

Δόξα. Ὅμοιον.
Τῷ ἰατρῷ τῶν ἀλγεινῶν νῦν προσδράμωμεν, οἱ ἀσθενείαις τῆς ψυχῆς καὶ τοῦ σώματος, βεβυθισμένοι κράζοντες αὐτῷ ἐκτενῶς, ἔνδοξε Γεράσιμε τὸν Θεὸν τῶν σῶν δούλων, τῶν ἀνευφημούντων σε ἐκ ψυχῆς θεοφόρε, ὑπὲρ ἡμῶν ἱκέτευε πολλῶν, νόσων ῥυσθῆναι ταῖς σαῖς παρακλήσεσιν.

Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε..

Ὁ Ν´ Ψαλμός, καὶ ὁ Κανών.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Πολλοῖς παραπτώμασι καὶ δεινοῖς, κυκλούμενος πάτερ τῶν λειψάνων σου τῇ σορῷ, προσφεύγω βοήθειαν και ῥῶσιν, ἐπιζητῶν ἥν παράσχου μοι τάχιστα.
Νοὸς ἡμῶν μάκαρ τὰς ἐκτροπάς, καὶ πάθη καρδίας, καὶ τὰς νόσους τὰς ψυχικάς, ἰάτρευσον πάσης ἐπηρείας, ταῖς προσευχαῖς σου Γεράσιμε ἔνδοξε.
Παθῶν με ταράττουσι προσβολαί, καὶ πλήθη κινδύνων, ἐκπιέζουσι χαλεπῶς, προστῆθί μοι οὖν Ὅσιε Πάτερ, τῆς συνεχούσης ἀνάγκης καὶ λύτρωσαι.
Θεοτοκίον.
Ὁλόκληρον δέησιν πρὸς Θεόν, προσάγαγε Κόρη, οἰκτειρῆσαί με τὸν πολλαῖς, ἀπάταις τοῦ βίου συσχεθέντα, καὶ ἁμαρτίας νυκτὶ καλυπτόμενον.

Ὠδή γ´. Οὐρανίας ἁψῖδος.
Προστασίαις σου πάτερ, τῶν λυπηρῶν ῥῦσαί με, καὶ τῆς σωτηρίας τὰς τρίβους νῦν καθυπόδειξον, σὺ γὰρ Γεράσιμε, τοῦ λυτρωτοῦ καὶ Σωτῆρος, τὸν σταυρὸν ἐπ᾿ ὤμων σου χαίρων ἐβάστασας.
Ἱκετεύω σε μάκαρ, τὴν ψυχικὴν σκότωσιν καὶ τὴν τῆς σαρκὸς ἀῤῥωστίαν μου τάχος ἴασαι, σὺ γὰρ τοῦ αἴροντος, τὰς ἀσθενείας τοῦ κόσμου, τὴν πτωχείαν ἔστερξας πάτερ Γεράσιμε.
Χαλεπῶν νοσημάτων, τῶν τῆς ψυχῆς Ὅσιε, καὶ τῶν τῆς σαρκὸς ἀλγηδόνων καθικετεύω σε, ταῖς πρὸς τὸν Κύριον, σαῖς εὐπροσδέκτοις πρεσβείαις, λύτρωσαί με ᾄσμασιν ὅπως γεραίρω σε.
Θεοτοκίον.
Ζωτικήν σε νεφέλην καὶ χρυσαυγὴ φέρουσαν, ὄμβρον τὸν οὐράνιον Κόρη, πάντες γινώσκοντες, πιστῶς αἱτούμεθα, καταφλεχθείσας καρδίας, φλόγα παραπτώσεων νῦν καταδρόσισον.
Διάσωσον ἀπὸ κινδύνων τοὺς δούλους σου Ὅσιε πάτερ, ὅτι πάντες μετὰ Θεὸν πρὸς σὲ νυνὶ καταφεύγομεν, ὡς ἔνθεον πρὸς Θεὸν ἡμῶν πρέσβυν.
Ἐπίβλεψον ἐν εὐμένειᾳ πανύμνητε Θεοτόκε...

Καθίσματα Ἦχος β´. Πρεσβεία θερμή.
Προστάτης θερμὸς ὑπάρχεις ὦ Γεράσιμε, τοῖς πόθῳ τῇ σῇ τιμίᾳ Κᾶρα προσπελάζουσι, καὶ πιστῶς γεραίρουσι, καὶ βοῶσί σοι πανσεβάσμιε, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταχὺς βοηθὸς δεομένων σου.
Δόξα.
Προστάτην θερμὸν καὶ μέγαν ἀντιλήπτορα, παμμάκαρ ἀεὶ ἐκ πάσης περιστάσεως, καὶ κινδύνων Ὅσιε, τοὺς σοὺς δούλους ἐκλύτρωσαι τάχιον, καὶ ἐκ παντοίων νόσων καὶ παθών, καὶ δαιμονίων θεόφρον Γεράσιμε.
Καὶ νῦν. Θεοτοκίον.
Πρεσβεία θερμή, καὶ τεῖχος ἀπροσμάχητον...

ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Νοερῶς εἰκονίζω σε, ὅλως τετρωμένος τῳ θείῳ πόθῳ σου, μὴ παρίδῃς με Γεράσιμε, ἀλλὰ ἴασαί μου τὰ συντρίμματα.
Ἀπολαύοντες πάντοτε, τῆς σῆς βοηθείας πάτερ Γεράσιμε, εὐχαρίστως εὐφημοῦμέν σε, οἱ τῷ σῷ τεμένει καταφεύγοντες.
Ἐν ὀδύνῃ καρδίας μου, τὸν ἐμὸν προστάτην σὲ τὸν θερμότατον, δυσωπῶ μὴ καταλίπῃς με, ἐξ ἐχθρῶν ἐπηρείας ἀπολλύμενον.
Θεοτοκίον.
Ὑπὲρ πάντας σοὶ ἥμαρτον, τοὺς ἐν γῆ βιώσαντας ὑπεράγαθε, ἄνες ἄφες μοι συγχώρησον, Ἰησοῦ πρεσβείαις τῆς τεκούσης σε.

ᾨδὴ ε´. Ἵνα τί με ἀπώσω.
Ἰατρὲ τῶν νοσούντων, πάσας μου ἰάτρευσον τὰς νόσους δέομαι, ὁδηγὲ ἁπάντων, πλανωμένων ὁδοῖς μὲ πλανώμενον, ἀπωλείας πάσης, καὶ σκοτιζόμενον ἀπάταις, ὡς καλός μου προστάτης ἐπίστρεψον,
Ἐν νυκτὶ καὶ ἡμέρα, σὲ ἐπικαλοῦμαι τὸν μέγαν προστάτην μου, ἐν παντὶ μὲ τόπῳ, καὶ καιρῳ διαφύλαξον ἄτρωτον, ἀπὸ πάσης βλάβης, καὶ ἐπηρείας ἐναντίων, τὸν εἰς σὲ τὴν ἐλπίδα μου θέμενον.
Νόμους θείους τηροῦντα, μὴ παρατρεπόμενον στάσεως κρείττονος, ἀλλ᾿ εὐθυποροῦντα, καὶ Θεῷ τὰ εὐάρεστα πράττοντα, ἐνδυνάμωσόν με, τὸν Λυτρωτὴν καθικετεύων, ἀγαθέ μου προστάτα Γεράσιμε.
Θεοτοκίον.
Ὡραιώθης Παρθένε, ὡς τὸν ὡραιοτατον Λόγον κυήσασα, ὁν ἀεὶ δυσώπει, οἰκτειρῆσαι λαὸν ἁμαρτάνοντα, διασώσαι κόσμον, δαιμονικὴς ἁπάσης βλάβης, τὸν εἰς σὲ Θεοτόκε ἐλπίζοντα.

ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Θανάτου φθοροποιοῦ ἀπάλλαξον, τὴν ψυχήν μου ὦ Γεράσιμε πάτερ, τοῦ τῷ ναῷ τῷ σεπτῷ σου ἐν πίστει, προσπεφευγότος καὶ ῥῦσαι πρεσβεία ἰ ς σοῦ, ἐκ πάσης νόσου χαλεπῆς, καὶ δεινῶν χαλεπῶν περιστάσεων,
Προστάτης μετὰ Θεὸν σὺ γένοιο, καὶ λιμὴν τῶν προσφοιτόντων σοι πάτερ, τῶν πειρασμῶν ἐκλυτρούμενος πάντας, τοὺς τῇ πανσέπτῳ σου Κᾶρα πελάζοντας, τῇ σῇ πρεσβείᾳ γὰρ ἀεί, πεποιθότες προστρέχομεν ἅπαντες.
Συνείναι μὲ τὸν πολλὰ σὲ ποθοῦντα, πολυπόθητε εὐδόκησον πάτερ, σοὶ τῷ κλεινῷ καὶ θερμῷ μου προστάτη, ἐν πίστει μάκαρ βοώ σοι Γεράσιμε, γενήθητί μοι βοηθός, καὶ παντοίας ἀνάγκης μὲ λύτρωσαι.
Θεοτοκίον.
Τὴν δέησιν τῆς ἀθλίας ψυχῆς μου, μὴ παρίδῃς Θεοτόκε Παρθένε, ἀλλὰ τῇ σῇ ἀγαθὴ προστασίᾳ, τὸ τῶν ἁπάντων Θεῷ μὲ οἰκείωσον, καὶ λύτρωσαι μὲ τῶν ἐκεῖ, μενουσῶν μὲ βασάνων πανάμωμε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Ὅσιε πάτερ...
Ἄχραντε, ἡ διὰ λόγου...

Κοντάκια. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Οἱ ποθοῦντες τῶν ἀσθενειῶν ἀναῤῥώσασθαι, Γερασίμου τῷ σεπτῷ τεμένει προσδράμωμεν, καὶ ἐγγίζοντες εὐλαβῶς τῇ θείᾳ Κᾶρα αὐτοῦ, μετὰ πόθου κράξωψεν αὐτῷ, ὡς ἐκ Θεοῦ χάριν λαβὼν τοὺς νοσοῦντας ἰάσασθαι, τάχυνον ἐξελέσθαι παντοίων πειρατηρίων, ὁ προστατεύων ἡμᾶς, Γεράσιμε τοὺς τιμῶντάς σε.
Προστάτην σε ἐπικαλούμεθα ἄγρυπνον, καὶ μεσίτην ὑπὲρ ἡμῶν τῷ Θεῷ εὐπρόσδεκτον· μὴ παρίδῃς σῶν ἱκετῶν δεήσεων φωνάς, ἀλλ᾿ ἐπάκουσον ὡς συμπαθής, ἐπὶ τὴν δέησιν ἡμῶν, τῶν θερμῶς δεομένων σε, ἔκτεινον σὴν πρεσβείαν, καὶ σπεῦσον εἰς μεσιτείαν, ἐπικαμπτόμενος λιταῖς, τῶν τιμώντων σε Γεράσιμε.
Ἦχος β. Τὰ ἄνω ζητῶν.
Πρέσβυν σὲ θερμόν, κεκτήμεθα πρὸς Κύριον, πρόμαχον στεῤῥόν, καὶ νόσων ἀμυντήριον, ἐκτενῶς σοι κράζομεν, Θεοφόρε Γεράσιμε πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ὡς μέγας ἡμῶν φῦλαξ καὶ πρόμαχος.
Πρεσβείαν τὴν σὴν ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦντες ἀεὶ οἱ πίστει σοὶ προσφεύγοντες, ἐκτενῶς βοῶμέν σοι· Θεοφόρε Γεράσιμε πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τὸν μόνον Δεσπότην ἱλεούμενος.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου...

Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ.: Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀνατέθεικας, τὴν σὴν ζωὴν τῷ Κυρίῳ, καὶ θερμῶς ἐχώρησας, πρὸς τὸν τῆς ἀσκήσεως δρόμον ὅσιε, προσευχὴν ἀθόλωτον, ἀγρυπνίαν πάννυχον, ὑμνῳδίαν ἀκατάπαυστον, καὶ βίον ἄμεμπτον καὶ ἀγγελικὸν ἐνδεικνύμενος, ἐντεῦθεν τὴν ἐνέργειαν τὴν τῶν θαυμασίων ἐπλούτισας, Γεράσιμε μάκαρ, Πηλίου σεμνολόγημα τερπνόν, καὶ τῆς Μονῆς σου διάσωσμα, τῆς ἀεὶ τιμώσης σε.
Οὑδεὶς προστρέχων ἐπὶ σοί, κατησχυμένος ἀπὸ σου ἐκπορεύεται Γεράσιμε τρισμάκαρ, ἀλλ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα παρὰ Θεοῦ ταῖς ἱκεσίαις σου.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγῇ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαὸν τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζόμενων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Ὠδή ζ´. Παῖδες Ἑβραίων.
Λῦσον παθῶν μου τὴν ὁμίχλην, τῇ λαμπρότητι τῶν πρεσβειῶν σου Πάτερ, καὶ πρὸς τρίβους ζωῆς ὁδήγησον βοῶντα, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Σύντρομος γίνομαι τὴν ὥραν, ἐνθυμούμενος τῆς κρίσεως ψυχῆς μου, πονηρὸν συνειδὸς ὁ τάλας κεκτημένος, φίλτατε Πάτερ ῥῦσαί με, αἰωνίου τιμωρίας.
Δὸς ἡμῖν χεῖρα βοηθείας, περιπίπτουσιν εἰς πάθη ἀτιμίας, κατανύσσων ἡμῶν τὸν νοῦν ἐν μετάνοιᾳ, ταῖς ἱκεσίαις Κύριε τοῦ Ὁσίου Γερασίμου.
Θεοτοκίον.
Στῆσον τοὺς ὄμβρους τῶν παθῶν μου, ἡ τὰ ῥεύματα ξηράνασα τῆς πλάνης, ὡς τὸ ὕδωρ Ἁγνὴ τὸ τῆς ζωῆς τεκοῦσα, καὶ ἐπηρείας· λύτρωσαι τῶν δαιμόνων Θεομῆτορ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς προσιόντας σου, τῷ σεπτῷ νῦν τεμένει, ἐκ παντοίων λύτρωσαι κινδύνων, νόσων τε ποικίλων Γεράσιμε τρισμάκαρ.
Τὰς ἀσθενείας, τῶν τῇ σῇ προσφοιτώντων, νῦν σορῷ ἁγίᾳ Πάτερ ἰατρεύεις, ὅθεν ἀνυμνοῦσιν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τῶν ἰαμάτων, θεία πηγὴ ἡ σὴ κάρα, ἀνέτειλε Πάτερ τοῖς ὑμνοῦσι καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τῶν πειρασμῶν, τῶν βιωτικῶν λύτρωσαί με, ὡς τεκοῦσα τὸν πάντων Δεσπότην, Ἄχραντε Παρθένε, αεὶ εὐλογημένη.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λιμὴν τὴς σωτηρίας, πέλει ὁ ναός σου, καταφυγὴ καὶ βεβαία ἀντίληψις, τοῖς καταφεύγουσι πίστει Πάτερ Γεράσιμε.
Χαρᾶς ἀδιαδόχου, Πάτερ σὺν Ἀγγέλοις, ἐπαπολαύων νυνὶ διασκέδασον, τὴν ἀθυμίαν τῶν νόσων ἠμῶν καὶ θλίψεων.
Φωτὶ τῶν πρεσβειῶν σου, λάμπρυνον τρισμάκαρ, τὸ σκοτεινὸν τῶν παθῶν μου Γεράσιμε, ὅπως ἐν πίστει δοξάζω τὸν σὲ δοξάσαντα.
Θεοτοκίον.
Ἡ σκέπη σου Παρθένε, ἰατρεῖον πέλει, πνευματικὸν ἐν αὐτῶ γὰρ προσφεύγοντες, τῶν ψυχικῶν νοσημάτων ἀπολυτρούμεθα.

Μεγαλυνάρια.
Φύλαττε τοὺς δούλους σου ἐκ δεινῶν, παντοίων τρισμάκαρ, καὶ λοιμώδους νόσου σοφέ, ὅπως σὲ ὡς ῥύστην, ἀκοίμητον ὑμνῶμεν, Γεράσιμε οἱ πόθῳ σοι καταφεύγοντες.
Τόξα τῶν δαιμόνων καταβαλεῖν, ἡμᾶς θεοφόρε, ἐνδυνάμωσον ταῖς σαῖς εὐχαῖς, ὥσπερ σὺ καθεῖλες, Σταυροῦ τῇ πανοπλίᾳ, ὡς καὶ ἡμᾶς τρισμάκαρ, νῦν περιτείχιζε.
Λύσιν τῶν πταισμάτων μου καὶ δεινῶν, αἴτησαι εὑρεῖν με, ὦ Γεράσιμε τὸν Χριστόν, καὶ σοὶ παραστῆναι, μετὰ σαρκὸς τὴν λύσιν, καν μέγα πέλει τὸ αἴτημα.

Πρὶν τὸ τέλος.
Πάντας ἡμᾶς οἴκτειρον Ἁγνή, Μήτηρ τοῦ Θεοῦ καὶ Παρθένε, προσπεφευγότας ἐν σοί, καὶ σου τὴν ἀντίληψιν ἐπιζητοῦντας θερμώς· σὸν οἰκέτην προβάλλοντες, Γεράσιμος θεῖον, πρέσβυν νῦν πανάριστον, οὗ ταῖς εὐχαῖς τῶν δεινῶν, ῥῦσαι καὶ φθορὰς καὶ κινδύνων, καὶ ἐπιτυχεῖν Βασιλείας, σοῦ Υἱοῦ ἀξίωσον δεόμεθα.
Ἄλλο καταφύγιον Ἁγνή, πρὸς τὸν Ποιητὴν καὶ Δεσπότην, οὐκ εὐποροῦμεν ἡμεῖς, εἰ μὴ σὲ θεόνυμφε μὴ ἀποῤῥίψης ἡμᾶς· τῇ θερμῇ προστασίᾳ σου, μηδὲ καταισχύνῃς, πόθῳ τοὺς προστρέχοντας ὑπὸ τὴν σκέπην σου. Μῆτερ, τοῦ θεοῦ ἡμῶν σπεῦσον, δεῖξόν σου ἐλέους τὸν πλοῦτον, καὶ τῆς νυν ὀργῆς ἡμᾶς διάσωσον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σοῦ, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Τὴν πᾶσαν ἐλπίδα ἡμῶν, εἰς σὲ ανατίθημι, ὤ Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην σου.
Τῇ πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.

Ἀπολυτίκια. Ἦχος δ´. Ἕτερα.
Ὁ ἔνσαρκος Ἄγγελος, τῶν ἀσκητῶν ἡ κρηπίς, ὁ ἄσαρκος ἄνθρωπος τῶν οὐρανῶν οἰκιστής, ὁ θεῖος Γεράσιμος· χαίρει τῇ αὐτοῦ μνήμῃ, σὺν ἡμῖν ἑορτάζων, νέμει τοῖς κοπιῶσι, δι΄ αὐτὸν θείαν χάριν. Διὸ ἐν προθυμίᾳ πολλῇ, τούτον δοξάσωψεν.
Ἕτερον.
Ὡς ἔνσαρκος Ἄγγελος, καὶ ὑπηρέτης Χριστοῦ, ὡς ἔνδοξος ἄνθρωπος καὶ ἀσκητῶν καλλονή, Γεράσιμε Ὅσιε, χάριτας θεοδότους ἐκομίσω διώκειν, πνεύματα πονηρίας καὶ νοσοῦντας ἰᾶσθαι. Διὸ καὶ ἡ σεπτή σου σορός, βρύει ἰάματα.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ. Ἕτερον.
Ὡς ἀντιλῆπτωρ καὶ θερμὸς προστάτης ἔνδοξε, ἀεὶ προφθάνεις βοηθὸς ἐν περιστάσεσι. Διὸ ᾄσμασι Γεράσιμε Θεοφόρε, εὐφημουμέν σε πιστῶς καὶ ἐπιγράφομεν, τῆς Μονῆς ἡμῶν προστάτην συμπαθέστατον, ἀνακράζοντες· χαίροις πάτερ Γεράσιμε..

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου