Κύριε Ιησού Χριστέ, Ελέησόν με ...

Δευτέρα, 12 Ιουνίου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΠΟΡΤΑΪΤΙΣΣΗΣ (τῆς ὁμωνύμου Ἱερᾶς Μονῆς νήσου Ἀστυπαλαίας)

Τήν ἀχειροποίητον καί σεπτήν, ἐν Ἀστυπαλαίᾳ, ἀσπαζόμενοι Σήν μορφήν, ἐκβοῶμεν, χαῖρε Χριστιανῶν ἁπάντων, παραμυθία θεία, ὦ Πορταΐτισσα.
Ο Ιερός Ναός της Παναγίας Πορταΐτισσας στην Αστυπάλαια
Ἄνθιμος ὁ Ὅσιος καί Πατήρ τῆς Ἀστυπαλαίας, ὠκοδόμησε Σήν Μονήν καί τήν σεβασμίαν κατέθηκεν μορφήν Σου ἐν ταύτῃ, Θεοτόκε, ὦ Πορταΐτισσα.

Χαίροις ἀπλανέστατε ποδηγέ τῶν ἐμπεριστάτων, Πορταΐτισσα θαυμαστή, καί ναυτιλλομένων οἰακοστρόφε θεία, Ἀστυπαλαίας νήσου ὄλβε ἀσύλητε.

Τούς ἀσπαζομένους τήν ἱεράν καί σεπτήν μορφήν Σου, καθοδήγει πρός ἀρετῆς τρίβους, Θεοτόκε, χειραγωγός ὡς θεία πιστῶν πρός σωτηρίαν, ὦ Πορταΐτισσα.

Κηδεμών καί σκέπη καί ἀρωγός τῆς Ἀστυπαλαίας, Πορταΐτισσα Μαριάμ, πέλεις, Θεοτόκε, καί τῶν πιστῶν ἁπάντων προστάτις ταχυτάτη, βίου ἐν κλύδωσι.

Ἡ ἐνταῦθα μνημονευομένη Εἰκών τῆς Παναγίας Πορταϊτίσσης, κατά τήν παράδοσιν ἀχειροποίητος, συνδεομένη μετά τοῦ Ὁσίου Ἀνθίμου τῆς Κεφαλληνίας, φυλάσσεται εἰς τήν ὁμώνυμον Ἱεράν Μονήν ν. Ἀστυπαλαίας. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Δρ. Χαραλάμπους Μπούσια, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1997).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου