Κύριε Ιησού Χριστέ, Ελέησόν με ...

Πέμπτη, 1 Ιουνίου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΠΟΡΤΑΪΤΙΣΣΗΣ (τῆς Ἱερᾶς Μονῆς Ἰβήρων Ἁγίου Ὄρους)

Πρόσδεξαι τούς ὕμνους, Μῆτερ Ἁγνή, οὕς ἐν τῶ ναῶ Σου, Σοί προσφέρομεν εὐλαβῶς καί δός ἡμῖν χάριν τοῦ προσκυνεῖν ἀξίως, τήν πάνσεπτον Εἰκόνα Σου, Πορταΐτισσα.
Ἧκε ξενοτρόπως ἡ Σή Εἰκών, ἐν τῶ Ὄρει Ἄθῳ καί ἐδόθη ὡς θησαυρός, τῆ Μονῆ Ἰβήρων, Ἁγνή Θεογεννήτορ, διό ὑμνολογοῦμεν τά Σά θαυμάσια.

Χαῖρε, τῶν Ἀγγέλων ἡ χαρμονή καί Μονῆς Ἰβήρων, Πορταΐτισσα, ἀρωγή καί παντός τοῦ κόσμου ἐξαίρετος προστάτις καί κηδεμών καί σκέπη, Θεογεννήτρια.

Στήλη θεοτύπωτος, ἐμφανής, τῆς περί ἡμᾶς Σου προστασίας, ἡ Σή Εἰκών πέλει, Θεοτόκε, διό ἅπας ὁ Ἄθως, ὑμνεῖ καί μεγαλύνει Σε, Πορταΐτισσα.

Σκέπε τήν Μονήν Σου πάσης ὀργῆς καί βλάβης, Παρθένε, καί μανίας τοῦ δυσμενοῦς καί ἐν ὥρᾳ δίκης, ἡμᾶς ἀκατακρίτους, φύλαξον, Θεοτόκε, τούς πεποιθότας Σοι.

Ἡ Εἰκών τῆς Παναγίας Πορταϊτίσσης, μία τῶν πλέον γνωστῶν ἀνά τήν Ὀρθόδοξον οἰκουμένην καί θαυματουργῶν εἰκόνων τῆς Ὑπεραγίας Θεοτόκου, ἀναγομένη εἰς τήν ἐποχήν τῆς Εἰκονομαχίας (8ος αἰ.), ἀνευρέθη τήν 16η Ἀπριλίου 1014 (θαυμαστῷ τῷ τρόπῳ) εἰς τήν θάλασσαν καί φυλάσσεται ἔκτοτε εἰς τήν Ἱεράν Μονήν Ἰβήρων Ἁγίου Ὄρους. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1993).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου