Κύριε Ιησού Χριστέ, Ελέησόν με ...

Δευτέρα, 26 Ιουνίου 2017

Μεγαλυνάρια ΠΑΝΑΓΙΑΣ ΕΛΕΥΘΕΡΩΤΡΙΑΣ (τοῦ ὁμωνύμου Ἱεροῦ Προσκυνήματος Κοκκιναρᾶ Ἀττικῆς)

Τήν παντοβασίλισσαν Μαριάμ, τήν ἐλευθεροῦσαν ἀπό πάσης ἡμᾶς ὀργῆς καί πρός βασιλείαν εἰσάγουσαν τήν ἄνω, τήν μόνην Θεοτόκον ὕμνοις τιμήσωμεν.
Τῆ ἐπισκιάσει Σου τῆ σεπτῆ, ὄντως ὡραιώθη ἡ Εἰκών Σου ἡ θαυμαστή καί ἐλευθερίαν δεινῶν ἀεί παρέχει, τοῖς ταῦτῃ προσιοῦσιν, Ἐλευθερώτρια.

Τούς μαστιζομένους ὑπό παθῶν καί συνεχομένους ἀσθενείαις ὀδυνηραῖς, Κόρη Παναγία, τῆ Σῆ ἐπισκάσει, ὡς Μήτηρ εὐσπλαχνίας, ἀπελευθέρωσον.

Ἐλευθερωτρίας τῆ θαυμαστῆ καί σεπτῆ Εἰκόνι, καταφύγωμεν οἱ πιστοί, ἵνα λυτρωθῶμεν τῶν λυπηρῶν τοῦ βίου καί θείας πληρωθῶμεν ἀγαλλιάσεως.

Ἅπαντας τούς πίστει εἰλικρινῆ προστρέχοντας, Κόρη, τῆ θερμῆ Σου ἐπισκοπῆ, ἀβλαβεῖς συντήρει ἐκ πάσης ἐπηρείας, ὡς εὐσεβῶν, Παρθένε, Ἐλευθερώτρια.

Δεῦτε Ὀρθοδόξων αἱ στρατιαί, Ἄχραντον Παρθένον καί Ὑπέρμαχον Στρατηγόν, ὑμνήσωμεν Μαρίαν τήν Κεχαριτωμένην καί πάντων ἐν κινδύνοις Ἐλευθερώτριαν.

Ἡ Εἰκών τῆς Παναγίας Ἐλευθερωτρίας φυλάσσεται εἰς τό ὁμώνυμον Προσκύνημα Κοκκιναρᾶ Ἀττικῆς. Τά Μεγαλυνάρια εἶναι ποιήματα τοῦ Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ἐκ τοῦ πρός Αὐτήν Παρακλητικοῦ Κανόνος (1988).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου